§1.83.1τούτοις ἦν.
便处于这般境地。
οἱ δὲ Καρχηδόνιοι περικλειόμενοι πανταχόθεν ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὰς συμμαχίδων πόλεων §1.83.2ἐλπίδας.
而迦太基人四面受围,不得不寄希望于盟国城市。
Ἱέρων δʼ ἀεὶ μέν ποτε κατὰ τὸν ἐνεστῶτα πόλεμον μεγάλην ἐποιεῖτο σπουδὴν εἰς πᾶν τὸ παρακαλούμενον ὑπʼ αὐτῶν, §1.83.3τότε δὲ καὶ μᾶλλον ἐφιλοτιμεῖτο, πεπεισμένος συμφέρειν ἑαυτῷ καὶ πρὸς τὴν ἐν Σικελίᾳ δυναστείαν καὶ πρὸς τὴν Ῥωμαίων φιλίαν τὸ σῴζεσθαι Καρχηδονίους, ἵνα μὴ παντάπασιν ἐξῇ τὸ προτεθὲν ἀκονιτὶ συντελεῖσθαι τοῖς ἰσχύουσι, πάνυ φρονίμως καὶ νουνεχῶς λογιζόμενος.
虽然希伦在这场当前的战争中,向来对他们提出的每一项请求都给予极大的热忱,但当时他更是分外热心,因为他确信,为了自己既在西西里的统治权,又在与罗马人的友谊,迦太基人的得救对自己是有利的,以免强者可以毫无阻碍地完全实现其图谋,这一考量是极为明智且有见识的。
§1.83.4οὐδέποτε γὰρ χρὴ τὰ τοιαῦτα παρορᾶν οὐδὲ τηλικαύτην οὐδενὶ συγκατασκευάζειν δυναστείαν, πρὸς ἣν οὐδὲ περὶ τῶν ὁμολογουμένων ἐξέσται δικαίων ἀμφισβητεῖν.
因为决不能忽视此类事态,也决不能帮任何人建立如此庞大的势力,以至于人们甚至无法与其争论公认的权益。
§1.83.5οὐ μὴν ἀλλὰ καὶ Ῥωμαῖοι τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια προθυμίας οὐδὲν ἀπέλειπον.
然而,罗马人同样遵守着条约所规定的正义,并未缺乏热忱。
§1.83.6ἐν ἀρχαῖς μὲν γὰρ ἐγένετό τις ἀμφισβήτησις ἐξ ἀμφοῖν διά τινας τοιαύτας αἰτίας.
因为起初由于如下一些原因,双方之间发生了一些争端。
§1.83.7τῶν Καρχηδονίων τοὺς πλέοντας ἐξ Ἰταλίας εἰς Λιβύην καὶ χορηγοῦντας τοῖς πολεμίοις καταγόντων ὡς αὑτούς, καὶ σχεδὸν ἁθροισθέντων τούτων εἰς τὴν φυλακὴν εἰς τοὺς πεντακοσίους, ἠγανάκτησαν οἱ Ῥωμαῖοι.
由于迦太基人将那些从意大利航行至利比亚并向敌军提供补给的人扣留到自己那里,且这些人被集中关押在监狱中约达五百人,罗马人感到愤慨。
§1.83.8μετὰ δὲ ταῦτα διαπρεσβευσάμενοι καὶ κομισάμενοι διὰ λόγου πάντας ἐπὶ τοσοῦτον εὐδόκησαν ὥστε παραχρῆμα τοῖς Καρχηδονίοις ἀντιδωρήσασθαι τοὺς ὑπολειπομένους παρʼ αὐτοῖς αἰχμαλώτους ἐκ τοῦ περὶ Σικελίαν πολέμου.
但在此之后,他们派出了使节,通过交涉接回了所有人,并对此极为满意,以至于立即将自己手中仍留有的、来自西西里战争的俘虏作为回礼送还给了迦太基人。
§1.83.9ἀπὸ δὲ τούτου τοῦ καιροῦ πρὸς ἕκαστα τῶν παρακαλουμένων ἑτοίμως καὶ φιλανθρώπως ὑπήκουον.
自此时起,对于每一次提出的请求,他们都乐意且友善地予以顺从。
§1.83.10διὸ καὶ πρὸς μὲν τοὺς Καρχηδονίους ἐπέτρεψαν τοῖς ἐμπόροις ἐξαγαγεῖν αἰεὶ τὸ κατεπεῖγον, πρὸς δὲ τοὺς πολεμίους ἐκώλυσαν.
因此,他们允许商人们向迦太基人输出其紧缺的物资,但禁止向敌军输出。
§1.83.11μετὰ δὲ ταῦτα τῶν μὲν ἐν τῇ Σαρδόνι μισθοφόρων, καθʼ ὃν καιρὸν ἀπὸ τῶν Καρχηδονίων ἀπέστησαν, ἐπισπωμένων αὐτοὺς ἐπὶ τὴν νῆσον οὐχ ὑπήκουσαν· τῶν δʼ Ἰτυκαίων ἐγχειριζόντων σφᾶς, οὐ προσεδέξαντο, τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια.
此后,当撒丁岛的雇佣兵在脱离迦太基人时诱惑他们占领该岛,他们并未听从;而当乌提卡人企图向他们献城时,他们也未予接受,从而坚守了条约所规定的正义。
§1.83.12Καρχηδόνιοι μὲν οὖν τῆς παρὰ τῶν προειρημένων φίλων τυγχάνοντες ἐπικουρίας ὑπέμενον τὴν
因此,迦太基人在获得上述友人的援助下,忍耐着