Humanitext Reader

波利比奥斯 · 历史 §1.82.1-1.82.14

盟邦叛变与阿米尔卡切断叛军补给

第 82 段,共 1311 段 · 希腊语

内容简介

由于将军之间严重的内耗、粮食补给的丧失以及长期忠诚盟友希帕克里塔和乌提卡的叛变,迦太基的形势急剧恶化,阿米尔卡则在汉尼拔和纳拉瓦斯的协助下,着手切断叛军的后勤线。

§1.82.1Ἀμίλκας δὲ δυσχρηστούμενος τῇ τῶν πολεμίων ἀπονοίᾳ τὸν μὲν Ἄννωνα πρὸς ἑαυτὸν ἐκάλει, πεπεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις.
此时,阿米尔卡因敌人的拼死挣扎而感到棘手,他坚信一旦两军合兵一处,就能更快地为整个战局画上句号,于是将汉诺召至自己身边。
§1.82.2τῶν δὲ πολεμίων οὕς ποτε κρατήσειε, τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ζωγρίᾳ πρὸς αὐτὸν εἰσαναχθέντας ὑπέβαλλε τοῖς θηρίοις, μίαν ὁρῶν λύσιν ταύτην, εἰ δυνηθείη τοὺς ἐχθροὺς ἄρδην ἀφανίσαι.
对于他所捕获的敌军,一部分在交战中当场杀死,另一部分被活捉并押解到他面前的,则扔给野兽喂食,因为他认为只有彻底消灭敌人,才是唯一的解决办法。
§1.82.3δοκούντων δὲ τῶν Καρχηδονίων ἐπικυδεστέρας ἐλπίδας ἔχειν ἤδη κατὰ τὸν πόλεμον, γίνεταί τις ὁλοσχερὴς καὶ παράδοξος περὶ αὐτοὺς παλίρροια τῶν πραγμάτων.
正当迦太基人似乎已经在这场战争中抱有更辉煌的希望时,他们的形势却发生了彻底而意想不到的大逆逆转。
§1.82.4οἵ τε γὰρ στρατηγοὶ συνελθόντες ἐπὶ ταὐτὸ διεστασίασαν πρὸς σφᾶς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον τοὺς κατὰ τῶν ἐχθρῶν παραλείπειν καιρούς, ἀλλὰ καὶ κατὰ σφῶν αὐτῶν πολλὰς ἀφορμὰς διδόναι τοῖς ὑπεναντίοις διὰ τὴν πρὸς ἀλλήλους φιλονικίαν.
聚集在同一地方的将军们彼此严重不和,以至于由于他们之间的争斗,不仅错失了打击敌人的良机,还反倒给对手提供了许多攻击他们自己的机会。
§1.82.5ἃ δὴ καὶ συνέντες οἱ Καρχηδόνιοι τῷ μὲν ἑνὶ τῶν στρατηγῶν ἀπαλλάττεσθαι προσέταξαν, τῷ δʼ ἑτέρῳ μένειν, ὃν ἂν αἱ δυνάμεις προκρίνωσιν.
迦太基人察觉到了这一点,于是下令免去其中一位将军的职务,而让另一位留任,具体人选由军队投票决定。
§1.82.6ἅμα δὲ τούτοις καὶ τὰς παρακομιζομένας ἀγορὰς ἐκ τῶν παρʼ αὐτοῖς καλουμένων Ἐμπορίων, ἐφʼ αἷς εἶχον τὰς μεγίστας ἐλπίδας περί τε τῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, διαφθαρῆναι συνέβη κατὰ θάλατταν ὁλοσχερῶς ὑπὸ χειμῶνος.
与此同时,从他们称为“恩波里亚”的地区运来的粮食,即他们对其寄予最大粮食和其他必需品期望的供应,也在海上被风暴彻底摧毁。
§1.82.7τὰ δὲ κατὰ τὴν Σαρδόνα, καθάπερ ἐπάνω προεῖπον, ἐτύγχανεν ἀπηλλοτριωμένα, μεγάλας αὐτοῖς αἰεί ποτε χρείας παρεχομένης τῆς νήσου ταύτης κατὰ τὰς περιστάσεις.
此外,正如我上面所说,撒丁岛的事态也处于脱离控制的状态,而该岛在危机时刻向来能给他们提供极大的帮助。
§1.82.8τὸ δὲ μέγιστον, ἡ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων ἀπέστη πόλις, αἵτινες ἐτύγχανον μόναι τῶν κατὰ τὴν Λιβύην οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι γενναίως, ἀλλὰ καὶ τοὺς κατʼ Ἀγαθοκλέα καιροὺς καὶ τὴν Ῥωμαίων ἔφοδον εὐγενῶς ὑπομεμενηκυῖαι καὶ συλλήβδην οὐδέποτε βεβουλευμέναι Καρχηδονίοις οὐδὲν ὑπεναντίον.
最严重的是,希帕克里塔和乌提卡这两个城市也发生了叛乱。 在利比亚的城市中,唯有这两个城市不仅勇敢地承受了眼前的战争,而且在阿加托克利斯时期和罗马人入侵时也表现得极为忠贞,总之,从未对迦太基人做出过任何敌对的决策。
§1.82.9τότε δὲ χωρὶς τῆς ἀλόγου πρὸς τοὺς Λίβυας ἀποστάσεως καὶ διὰ τῆς μεταθέσεως εὐθέως τούτοις μὲν τὴν μεγίστην οἰκειότητα καὶ πίστιν ἐναπεδείξαντο, πρὸς δὲ τοὺς Καρχηδονίους ἀπαραίτητον ὀργὴν ἐνεστήσαντο καὶ μῖσος.
但在当时,除了毫无道理地倒向利比亚人进行叛乱外,他们还通过这种立场的转变,立即向利比亚人展现出极大的亲密和忠诚,对迦太基人则产生了无法平息的愤怒和仇恨。
§1.82.10τοὺς μὲν γὰρ παραβεβοηθηκότας αὐτοῖς παρʼ ἐκείνων, ὄντας εἰς πεντακοσίους, καὶ τὸν ἡγεμόνα τούτων ἀποκτείναντες ἅπαντας ἔρριψαν κατὰ τοῦ τείχους, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Λίβυσι·
因为他们杀害了迦太基派来协助防守的约五百名士兵及其指挥官,并将他们全部从城墙上扔了下去,把城市交给了利比亚人。
τοῖς γε μὴν Καρχηδονίοις οὐδὲ θάψαι συνεχώρησαν τοὺς ἠτυχηκότας αἰτουμένοις.
甚至当迦太基人请求收回并安葬这些不幸的遇难者时,他们也断然拒绝。
§1.82.11τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπένδιον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐνεχείρησαν αὐτὴν τὴν Καρχηδόνα.
在这些事情发生期间,马托斯和斯彭迪乌斯等人因这些变故而士气大振,企图直接围攻迦太基城。
§1.82.12Βάρκας δὲ παραλαβὼν Ἀννίβαν τὸν στρατηγόν·
而巴卡则带上了将军汉尼拔。
τοῦτον γὰρ ἐξαπέστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄννωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στάσεις πρὸς ἀλλήλους·
这是因为,针对将军们之间发生的不和,迦太基人曾赋予军队全权决定权,而军队判定应当免去汉诺的职务,因此公民们将这位汉尼拔派往了军队。
§1.82.13διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν ἐπῄει τὴν χώραν, διακλείων τὰς χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον, μεγίστην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ τἄλλα Ναραύα τοῦ Νομάδος.
于是,阿米尔卡带着汉尼拔和纳拉瓦斯在这一地区行军,切断了马托斯和斯彭迪乌斯等人的补给,而努米底亚人纳拉瓦斯在这一行动及其他事务中,都为他提供了极大的帮助。
§1.82.14τὰ μὲν οὖν περὶ τὰς ὑπαίθρους δυνάμεις ἐν
那么,关于野外军队的事态,在

词汇与语法注释

  1. 1.82.1πεπεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις — 完成被动分词 `πεπεισμένος`(坚信)与主句主语 `Ἀμίλκας` 一致。随后的 `ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων` 是属格绝对结构,表示时间或条件。未来不定词 `ἐπιθήσειν`(将结束)其逻辑主语为阿米尔卡本人(或两位将军),省去了宾格代词 `αὐτόν`。
  2. 1.82.2ἐν χειρῶν νόμῳ — 字面意思是“在双手的规律中”,这是希腊语的惯用表达,意为“在白兵战(肉搏战)中”或“在战斗中以武力”。
  3. 1.82.8αἵτινες ἐτύγχανον ... οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι ... — 此动词 `τυγχάνω` 搭配补充性分词(`ἀναδεδεγμέναι`, `ὑπομεμενηκυῖαι`, `βεβουλευμέναι`)的句式,意为“碰巧是”或强调事实上“确实处于某种状态”。这些主格分词在格、性、数上均与关系代词 `αἵτινες`(这些城市)一致。

引用这一段

波利比奥斯, 历史 §1.82.1-1.82.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.82.1-1.82.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。