§1.81.1οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι.
カルタゴ人たちは、この不幸な出来事が自分たちに報告されると、なす術もなかったが、その災厄に憤慨し深く心を痛め、ハミルカルともう一人の将軍ハンノのもとに使節を派遣し、救助することと不幸に見舞われた人々の仇を討つことを求めた。
§1.81.2πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως.
また、あの不敬な罪を犯した者たちに対しては、死体の回収を求めて伝令官を派遣した。
§1.81.3οἱ δʼ οὔτʼ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε.
しかし彼らはこれを許可しなかったばかりか、使者たちに対し、自分たちのもとに伝令官も使節も送るなとあらかじめ警告し、もしやって来る者があれば、ゲスコが今回被ったのと同じ刑罰が待ち受けているとした。
§1.81.4πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν· ὃν δʼ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόνʼ ἀποπέμπειν.
さらに今後について、カルタゴ人のうちで捕らえた者は誰であれ、拷問にかけた上で殺害し、彼らの同盟者のうちで捕らえた者は誰であれ、両手を切り落とした上で再びカルタゴへ送り返すことを決議し、互いに申し渡した。
ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες.
そして実際、彼らはこのことを怠ることなく実行し続けた。
§1.81.5διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς.
それゆえ、これらのことに目を向けるとき、人間の肉体や、その中に生じるある種の潰瘍や腫瘍が野生化し、完全に治療不能になることがあるだけでなく、それ以上に人間の魂においてそれが起こるのだ、と言うことを誰も躊躇しないであろう。
§1.81.6ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσάγῃ τις, ὑπʼ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν· ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον·
というのも、潰瘍の場合には、もし誰かが治療を施せば、まさにその治療によって時に刺激され、より急速に浸食が広がり、あるいは逆に放置すれば、それ自体の性質に従って隣接する組織を破壊し、ついにその肉体を滅ぼしてしまうまでとどまることがないからである。
§1.81.7ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδʼ ὠμότερον ἀποτελεῖσθαι τῶν ζῴων.
魂においても同様に、しばしばそのような邪悪な黒ずみや腐敗が生じ、その結果、あらゆる生き物の中で人間ほど不敬で残酷なものは存在しないほどになる。
§1.81.8οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας·
このような者たちに対し、もし何らかの寛大さや親切を示すなら、彼らはそれを陰謀や欺瞞であると考え、親切を施す人々に対してより不信感を抱き、敵意を募らせる。
§1.81.9ἐὰν δʼ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν· τέλος δʼ ἀποθηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως.
しかし、もしこれに報復するなら、彼らは怒りを競い合って、いかなる禁忌や恐ろしい行いも辞さなくなり、そのような無謀な行いを名誉あることとみなし、最後には野生化して人間性を失ってしまう。
§1.81.10τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεονεξίας.
このような心の状態の根源であり最大の要因とみなすべきなのは、劣悪な習慣と子供の頃からの悪しき教育であり、これを助長する要因も多くあるが、そのうちで最大のものは、指導者たちの絶えざる傲慢と貪欲である。
§1.81.11ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν.
そしてこれらこそが、当時まさに傭兵たちの集団全体、そしてそれ以上に彼らの指導者たちに存在していたのである。