§1.81.1οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι.
迦太基人得知这一不幸的消息后,虽然无计可施,但对这一灾难感到无比愤慨和悲痛,于是派遣使者前往阿米尔卡和另一位将军汉诺处,请求他们协助并为不幸遇难的人报仇。
§1.81.2πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως.
针对那些犯下不敬罪行的人,他们派遣了传令官去交涉收回尸体的事宜。
§1.81.3οἱ δʼ οὔτʼ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε.
然而,对方不仅不予准许,还警告在场的人不要再向他们派遣任何传令官或使者,声称任何前来的人都将面临与盖斯科如今所受的相同惩罚。
§1.81.4πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν· ὃν δʼ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόνʼ ἀποπέμπειν.
此外,关于今后,他们作出了决议并相互告诫:凡是抓获的迦太基人,一律严刑处死;凡是抓获的迦太基同盟者,一律砍断双手送回迦太基。
ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες.
而他们也确实一丝不苟地贯彻了这一做法。
§1.81.5διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς.
因此,看到这些,任何人都不会犹豫指出,不仅人类的肉体及其内部产生的某些溃疡和肿瘤会变得野蛮且完全无法医治,而且人类的灵魂更是如此。
§1.81.6ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσάγῃ τις, ὑπʼ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν· ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον·
因为在溃疡的情况下,如果有人对其进行治疗,有时反而会受到这种治疗的刺激而加速扩散;如果放任不管,它们就会顺着自身的本性破坏相邻的组织,永无休止,直到将原有的机体彻底消灭。
§1.81.7ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδʼ ὠμότερον ἀποτελεῖσθαι τῶν ζῴων.
同样地,在灵魂中也常常会长出这样的黑色斑点和腐烂,以至于世上没有任何动物能比人变得更不敬、更残酷。
§1.81.8οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας· §1.81.9ἐὰν δʼ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν· τέλος δʼ ἀποθηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως.
对于这样的人,如果你给予任何宽恕和善意,他们就会把所发生的事视为阴谋和欺骗,对施予善意的人变得更加不信任和敌视;但如果你进行报复,他们就会在愤怒中互相竞争,不惜做出任何被禁止或可怕的事情,甚至把这种狂妄的行径视为光荣;最终,他们彻底丧失人性,堕落为野兽。
§1.81.10τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεονεξίας.
这种心态的根源和最大成因,应归咎于恶劣的习惯和自幼不良的教育,虽然还有许多协同因素,但在这些协同因素中,最主要的莫过于领导者们一贯的傲慢和贪婪。
§1.81.11ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν.
事实上,这些因素在当时不仅存在于雇佣兵的整体中,更存在于他们的领袖身上。