§1.80.1πλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν.
サルディニアからの使者と似た内容を明らかに伝えた。
ἐφʼ ὃν Αὐτάριτος ὁ Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν Καρχηδονίοις ἐλπίδας·
これに対して、ガリア人のアウタリトスが割って入り、自分たちの事態にとって唯一の救いは、カルタゴ人に対するあらゆる望みを捨てることである、と言った。
§1.80.2ἕως δʼ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον.
カルタゴ人の寛大さにしがみついている限り、彼らにとってそのような同盟者が真の同盟者となることは不可能である。
§1.80.3διόπερ ἠξίου τούτοις πιστεύειν, τούτοις ἀκούειν, τοῖς τοιούτοις προσέχειν τὸν νοῦν, οἵτινες ἂν ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ Καρχηδονίων· τοὺς δʼ ἐναντία τούτοις λέγοντας προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει.
それゆえに、カルタゴ人に対して常に最も憎むべき、また最も辛辣な内容を報告するような者たちを信頼し、彼らに耳を傾け、そうした者たちに注意を払うよう求め、他方で、これと反対のことを言う者たちを裏切り者であり敵であるとみなすよう勧告した。
§1.80.4ταῦτα δʼ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμένους ἀποκτεῖναι.
これらを語った後、彼はゲスコおよび彼とともに捕らえられた人々、ならびにその後に捕虜となったカルタゴ人たちを、拷問にかけた上で殺害することを提案した。
§1.80.5πρακτικώτατος δʼ ἦν οὗτος ἐν ταῖς συμβουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ συνιέναι.
この男は、多くの人々が彼の言葉を理解したため、議論においてきわめて影響力があった。
§1.80.6πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγεσθαι Φοινικιστί· ταύτῃ δέ πως οἱ πλεῖστοι συνεσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενημένης στρατείας.
というのも、彼は長らく従軍していたためフェニキア語で話すことができたからであり、またかつての従軍期間の長さから、大多数の者がこの言語にどういうわけか親しみを感じて耳を傾けたからである。
§1.80.7διόπερ ἐπαινέσαντος αὐτὸν ὁμοθυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀνεχώρησεν.
それゆえ、群衆が彼を異口同音に称賛すると、彼は喝采を博して退いた。
§1.80.8πολλῶν δὲ προπορευομένων ἀφʼ ἑκάστου γένους ἅμα καὶ βουλομένων αὐτὴν παραιτεῖσθαι τὴν αἰκίαν διὰ τὰς γεγενημένας ἐκ τοῦ Γέσκωνος εἰς αὐτοὺς εὐεργεσίας, οὔτε μὴν τῶν λεγομένων οὐθὲν ἦν συνετόν, ὡς ἂν ἅμα πολλῶν, ἑκάστου δὲ κατὰ τὴν ἰδίαν διάλεκτον συμβουλεύοντος·
各部族から多くの者が同時に前に進み出て、ゲスコが彼らに施したかつての恩義のために、拷問そのものを免除するよう嘆願しようとしたが、彼らの言っていることは何一つ理解されなかった。 それは多くの者が、しかもそれぞれ自らの言語で同時に意見を述べていたからである。
§1.80.9ἐπεὶ δὲ καὶ παρεγυμνώθη διότι τὴν τιμωρίαν παραιτοῦνται, καί τις ἐκ τῶν καθημένων εἶπεν βάλλε, πάντας ἅμα κατέλευσαν τοὺς προπορευθέντας.
しかし、彼らが刑罰の免除を求めているということが明らかになり、さらに座っていた者たちの中から誰かが「打て! 」と叫ぶと、一同は前に進み出ていた人々全員を一度に石打ちにして殺した。
§1.80.10καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους ἐξέφερον οἱ προσήκοντες.
そしてこれらの人々を、まるで野獣によって引き裂かれたかのような姿のまま、親族たちが運び出していった。
§1.80.11τοὺς δὲ περὶ τὸν Γέσκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον·
一方、スペンディオスとその一味は、ゲスコとその部下たち(およそ七百人)を捕らえ、陣営から連れ出した。
καὶ προαγαγόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν ἀπέκοπτον τὰς χεῖρας,
そして陣地の少し前方まで引き出すと、まずその両手を切り落とし始めた。
§1.80.12ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, ὃν βραχεῖ χρόνῳ πρότερον ἐκ πάντων Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβητουμένων.
ゲスコから手を下し始めたのであるが、彼はつい少し前、彼らがカルタゴ人すべての中から選び出して自分たちの恩人と宣言し、争いのある事柄についての調停を委ねた人物であった。
§1.80.13ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρωτηρίαζον τοὺς ταλαιπώρους·
両手を切り落とした後、彼らはその哀れな人々の耳鼻をそぎ落とした。
κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον.
さらに手足を切断し、脚を骨折させた上で、まだ息のあるうちに彼らをある溝に投げ捨てた。