Humanitext Reader

波利比奥斯 · 历史 §1.80.1-1.80.13

奥塔里图斯的煽动与盖斯科等人的被处死

第 80 段,共 1311 段 · 希腊语

内容简介

高卢人奥塔里图斯煽动不信任情绪并提议残杀盖斯科等人,获得了雇佣兵们的热烈支持。企图为免刑求情的人被石击致死,而盖斯科及其部下在遭受极其惨烈的酷刑后被活活扔进深沟。

§1.80.1πλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν.
传达与撒丁岛信使相似的信息。
ἐφʼ ὃν Αὐτάριτος ὁ Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν Καρχηδονίοις ἐλπίδας· §1.80.2ἕως δʼ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον.
对此,高卢人奥塔里图斯插话说,他们事业的唯一救星就是彻底放弃对迦太基人的任何希望;只要还有人执着于他们的宽大,就不可能指望拥有这样真正的盟友。
§1.80.3διόπερ ἠξίου τούτοις πιστεύειν, τούτοις ἀκούειν, τοῖς τοιούτοις προσέχειν τὸν νοῦν, οἵτινες ἂν ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ Καρχηδονίων· τοὺς δʼ ἐναντία τούτοις λέγοντας προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει.
因此他要求大家信任、听从并关注那些不断报告对迦太基人最可憎、最严厉之事的人;而对于那些说相反话的人,他劝告大家应将其视为叛徒和敌人。
§1.80.4ταῦτα δʼ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμένους ἀποκτεῖναι.
说完这些后,他建议将盖斯科及其一同被捕的人,以及后来成为俘虏的迦太基人折磨致死。
§1.80.5πρακτικώτατος δʼ ἦν οὗτος ἐν ταῖς συμβουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ συνιέναι.
此人在提议中极具影响力,因为许多人能听懂他的语言。
§1.80.6πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγεσθαι Φοινικιστί· ταύτῃ δέ πως οἱ πλεῖστοι συνεσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενημένης στρατείας.
盖因他长期从军,懂得用波尼语交流;而由于先前长期服役,大多数人对这种语言多少有些亲切感。
§1.80.7διόπερ ἐπαινέσαντος αὐτὸν ὁμοθυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀνεχώρησεν.
因此,在大众异口同声地赞美他之后,他便在拥戴中退下了。
§1.80.8πολλῶν δὲ προπορευομένων ἀφʼ ἑκάστου γένους ἅμα καὶ βουλομένων αὐτὴν παραιτεῖσθαι τὴν αἰκίαν διὰ τὰς γεγενημένας ἐκ τοῦ Γέσκωνος εἰς αὐτοὺς εὐεργεσίας, οὔτε μὴν τῶν λεγομένων οὐθὲν ἦν συνετόν, ὡς ἂν ἅμα πολλῶν, ἑκάστου δὲ κατὰ τὴν ἰδίαν διάλεκτον συμβουλεύοντος· §1.80.9ἐπεὶ δὲ καὶ παρεγυμνώθη διότι τὴν τιμωρίαν παραιτοῦνται, καί τις ἐκ τῶν καθημένων εἶπεν βάλλε, πάντας ἅμα κατέλευσαν τοὺς προπορευθέντας.
当各族中许多人一齐走上前,因盖斯科曾施予他们的恩德而企图为免除酷刑而求情时,他们所说的话却无一能被听懂,因为由于人数众多,且每个人都用各自的语言提出建议;但当大家看出他们是在为免刑求情,且座中有人喊道“打! ”时,众人便一齐用石头砸死了所有走上前的人。
§1.80.10καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους ἐξέφερον οἱ προσήκοντες.
随后,他们的亲属将这些如同被野兽撕碎的尸体抬了出去。
§1.80.11τοὺς δὲ περὶ τὸν Γέσκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον· καὶ προαγαγόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν ἀπέκοπτον τὰς χεῖρας, §1.80.12ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, ὃν βραχεῖ χρόνῳ πρότερον ἐκ πάντων Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβητουμένων.
而斯彭迪乌斯一伙则拿获了盖斯科及其部下,共约七百人,将他们带出营寨;在拉到军营前不远处后,首先砍断了他们的双手,并且是从盖斯科开始,而就在不久前,他才被从全体迦太基人中挑选出来,被他们奉为恩人,并被托付调解争议之事。
§1.80.13ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρωτηρίαζον τοὺς ταλαιπώρους· κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον.
砍断双手后,他们又削去这些不幸之人的耳鼻;折断他们的四肢并打碎腿骨,在他们还活着时,将其扔进了一处深沟。

词汇与语法注释

  1. 1.80.1ἐφʼ ὃν — 关系代名词 ὅς(宾格 ὅν)指代前文提及的“另一位信使”(ἄλλος γραμματοφόρος)。介词 ἐπί 与动词 ἐπιβάλλω(此处为分词 ἐπιβαλών)连用,作不及物使用,表示“在他说完之后随即插话”或“针对他的报告抢着发言”。
  2. 1.80.2ἕως δʼ ἂν ἀντέχηται — 接续词 ἕως 与 ἄν 及虚拟语气(ἀντέχηται)连用,表示时间上的持续或条件,意为“只要……”。介动词 ἀντέχομαι 支配属格(τῆς ἐκείνων φιλανθρωπίας),意为“执着于”、“依附于”。
  3. 1.80.5διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ συνιέναι — 由介词 διά 连同带冠词的中性单数宾格不定式 τὸ ... συνιέναι 引导的短语。宾格的 πολλούς 是该不定式的逻辑主语,而 τὴν φωνὴν αὐτοῦ 是其宾语,用以解释为什么奥塔里图斯具有极大的说服力(因为许多人能听懂他的话)。
  4. 1.80.8οὔτε μὴν τῶν λεγομένων οὐθὲν ἦν συνετόν — 通过 οὔτε... οὐθέν 的双重否定来加强否定语义,表示“所说的话完全没有一句能被听懂”。属格分词 τῶν λεγομένων 作为部分属格,修饰主语 οὐθέν。
  5. 1.80.12ὃν βραχεῖ χρόνῳ πρότερον ... ἀνέδειξαν — 关系代名词 ὅν(宾格)的前行词是属格的 Γέσκωνος,但在关系从句中作为动词 ἀνέδειξαν(宣布为……)的直接宾语,因此使用宾格。这强调了悲剧性的对比:曾经被他们奉为恩人的人,如今却成了第一个遭受酷刑的对象。

引用这一段

波利比奥斯, 历史 §1.80.1-1.80.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.80.1-1.80.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。