Humanitext Reader

ポリュビオス · 歴史 §1.79.1-1.79.14

サルディニアでの傭兵の反乱とマトスの新たな陰謀

79 / 1311 箇所 · ギリシア語

要旨

サルディニアの傭兵たちがカルタゴに反乱を起こし、島を一時支配した後に追い出された経緯を述べ、続いてアフリカではマトスらが新たな不敬の計画を立てる様子を描く。

§1.79.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὴν Σαρδόνα [τὴν νῆσον] παραφυλάττοντες τῶν μισθοφόρων, ζηλώσαντες τοὺς περὶ τὸν Μάθω καὶ Σπένδιον, ἐπιτίθενται τοῖς ἐν τῇ νήσῳ Καρχηδονίοις.
この同じ時期に、サルディニア島[その島]を守備していた傭兵たちが、マトスやスペンディオスの徒に倣い、島にいたカルタゴ人たちに襲いかかった。
§1.79.2καὶ τὸν μὲν τότε παρʼ αὐτοῖς ὄντα βοήθαρχον Βώσταρον συγκλείσαντες εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑαυτοῦ πολιτῶν ἀπέκτειναν.
そして、当時彼らのもとにいた指揮官ボスタルを、その市民兵たちとともに城塞に閉じ込め、殺害した。
§1.79.3αὖθις δὲ τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων μετὰ δυνάμεως Ἄννωνα, κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν τὸν Ἄννωνα καὶ μεταθεμένων πρὸς σφᾶς, §1.79.4γενόμενοι ζωγρίᾳ κύριοι τοῦ προειρημένου, παραυτίκα τοῦτον μὲν ἀνεσταύρωσαν, μετὰ δὲ ταῦτα παρηλλαγμένας ἐπινοοῦντες τιμωρίας πάντας τοὺς ἐν τῇ νήσῳ Καρχηδονίους στρεβλοῦντες ἀπέκτειναν·
さらに、カルタゴ人が再びハンノを将軍として軍勢とともに派遣したものの、今度はこれらの軍勢もハンノを見捨てて彼らの側に寝返ったため、生け捕りにして上述の男を手中に収めるや、直ちに彼を十字架にかけ、その後は残虐を極めた数々の刑罰を考案して、島にいたすべてのカルタゴ人を拷問にかけて殺害した。
§1.79.5καὶ τὸ λοιπὸν ἤδη ποιησάμενοι τὰς πόλεις ὑφʼ ἑαυτοὺς εἶχον ἐγκρατῶς τὴν νῆσον, ἕως οὗ στασιάσαντες πρὸς τοὺς Σαρδονίους ἐξέπεσον ὑπʼ ἐκείνων εἰς τὴν Ἰταλίαν.
そして、それ以降はすでに諸都市を支配下に置き、島を確固として掌握していたが、ついにサルディニア人に対して反乱を起こし、彼らによってイタリアへと追い出された。
§1.79.6ἡ μὲν οὖν Σαρδὼ τοῦτον τὸν τρόπον ἀπηλλοτριώθη Καρχηδονίων, νῆσος καὶ τῷ μεγέθει καὶ τῇ πολυανθρωπίᾳ καὶ τοῖς γεννήμασι διαφέρουσα.
こうしてサルディニア島はカルタゴ人から失われたが、この島は大きさにおいても、人口の多さにおいても、また農産物においても傑出した島であった。
§1.79.7τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι ταυτολογεῖν ὑπὲρ τῶν ὁμολογουμένων.
しかし、多くの者がこの島について多くの記述を残しているため、広く認められている事柄について重複して語る必要はないと私は考える。
§1.79.8Μάθως δὲ καὶ Σπένδιος, ἅμα δὲ τούτοις Αὐτάριτος ὁ Γαλάτης ὑπιδόμενοι τὴν Ἀμίλκου φιλανθρωπίαν εἰς τοὺς αἰχμαλώτους καὶ φοβηθέντες μὴ τῷ τοιούτῳ τρόπῳ ψυχαγωγηθέντες ὁρμήσωσι πρὸς τὴν ὑποδεικνυμένην ἀσφάλειαν οἵ τε Λίβυες καὶ τὸ τῶν μισθοφόρων πλῆθος, ἐβουλεύοντο πῶς ἂν καινοτομήσαντές τι τῶν πρὸς ἀσέβειαν εἰς τέλος ἀποθηριώσειαν τὰ πλήθη πρὸς τοὺς Καρχηδονίους.
一方、マトスとスペンディオス、そして彼らとともにガリア人のアウタリトスは、ハミルカルが捕虜たちに対して示した寛大さを疑い、このようなやり方で懐柔されたリビア人たちや傭兵の大群衆が、示された安全な道へと殺到するのではないかと恐れ、何らかの新しい不敬な行為を導入することによって、いかにして群衆をカルタゴ人に対して決定的に凶暴化させることができるか、策を巡らせた。
§1.79.9ἔδοξεν οὖν αὐτοῖς συναθροῖσαι τοὺς πολλούς.
そこで彼らは群衆を集めることを決めた。
γενομένου δὲ τούτου γραμματοφόρον εἰσήγαγον, ὡς ἀπεσταλμένον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αἱρετιστῶν.
これが実行されると、彼らはサルディニアの同調者たちから派遣されたかのように見せかけて、一人の書状携行者を招き入れた。
§1.79.10ἡ δʼ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ πάντας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόντων τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις ὑπὲρ τῆς τούτων σωτηρίας.
その書状が明らかにしていたのは、先に私が述べたように、かつて彼らがチュニスにおいて同盟を破って拘束したゲスコとその部下全員について、陣営内から彼らの救出のためにカルタゴ人と交渉している者たちがいるので、厳重に監視せよ、ということであった。
§1.79.11λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης ὁ Σπένδιος πρῶτον μὲν παρεκάλει μὴ πιστεύειν τὴν ὑπὸ τοῦ στρατηγοῦ τοῦ τῶν Καρχηδονίων γεγενημένην φιλανθρωπίαν πρὸς τοὺς αἰχμαλώτους·
この口実を利用して、スペンディオスはまず、カルタゴの将軍が捕虜に対して示した寛大さを信用してはならないと呼びかけた。
§1.79.12οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων, ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπουδάζοντα, πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα τιμωρήσασθαι πιστεύσαντας αὐτῷ.
なぜなら、彼が捕虜たちに関してこのような計画を立てたのは、彼らを救うためを思ってのことではなく、捕虜の釈放を通じて我々を手中に収め、彼を信用した我々の一部ではなく全員を、同時に処罰しようと企んでいるからだというのである。
§1.79.13πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον.
さらにこれに加えて彼は、ゲスコたちを手放すことによって敵から侮られ、自らの大義に大きな痛手を負わせることがないよう、そしてそのような優秀な将軍たる男を逃がすことがないよう用心せよ、と忠告した。 彼が我々にとって最も恐るべき敵になることは目に見えているからである。
§1.79.14ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παρα
彼がなおもこれらのことを話しているところに、チュニスの者たちから送られたとされる別の書状携行者が到着し、同様の[ことを告げる…]

語釈・文法注

  1. 1.79.3τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων... κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν... — 二つの属格独立構文(tōn Karchedoniōn... exaposteilantōn と toutōn tōn dynameōn egkatalipousōn... kai metathemenōn)が連続している。後者の主語である toutōn tōn dynameōn は、前者の直接目的語である dynamis を指している。
  2. 1.79.7τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον — 与格の冠詞を伴う不定詞(articular infinitive)句。前置詞なしの与格(tōi)単独で「〜だから、〜のために」という原因を表している。pollyous(多くの者が)は不定詞の対格主語である。
  3. 1.79.8πῶς ἂν... ἀποθηριώσειαν — 疑問詞 πῶς を伴う ἄν + 希求法の構文であり、方法に関する間接疑問節を形成しつつ、潜在(「いかにして〜させることができるか」)を表している。

この箇所を引用する

ポリュビオス, 歴史 §1.79.1-1.79.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.79.1-1.79.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。