§1.73.1οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατηγὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψασθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν·
とはいえ、カルタゴ人たちはこのような窮地に陥っていたにもかかわらず、かつてリビアのヘカトンタピュロス周辺の地域を自分たちのために制圧したと思われていたという理由でハンノンを将軍に任命し、一方では傭兵を集め、他方では兵役に適した年齢の市民たちを武装させた。
§1.73.2ἐγύμναζον δὲ καὶ συνέταττον τοὺς πολιτικοὺς ἱππεῖς· παρεσκεύαζον δὲ καὶ τὰ περιλιπῆ τῶν πλοίων, τριήρεις καὶ πεντηκοντόρους καὶ τὰ μέγιστα τῶν ἀκατίων.
また、市民の騎兵たちを訓練して組織化し、さらに残された船、すなわち三段櫂船や五十橈船、それに最大級のボートを準備した。
§1.73.3οἱ δὲ περὶ τὸν Μάθω, παραγενομένων αὐτοῖς εἰς ἑπτὰ μυριάδας Λιβύων, ἐπιδιελόντες τούτους, ἀσφαλῶς ἐπολιόρκουν τοὺς Ἰτυκαίους καὶ τοὺς Ἱππακρίτας, βεβαίως δὲ τὴν ἐν τῷ Τύνητι στρατοπεδείαν κατεῖχον, ἀποκεκλείκεσαν δὲ τοὺς Καρχηδονίους ἁπάσης τῆς ἐκτὸς Λιβύης.
一方、マトスの一味は、約7万人のリビア人が彼らのもとに集まると、これらを分割し、ウティカ市民とヒッパクリタ市民を確実に包囲し、テュネスの陣地を強固に保持して、カルタゴ人たちをリビアの外部地域全域から遮断した。
§1.73.4ἡ γὰρ Καρχηδὼν αὐτὴ μὲν ἐν κόλπῳ κεῖται, προτείνουσα καὶ χερρονησίζουσα τῇ θέσει, τὸ μὲν τῇ θαλάττῃ τὸ δέ τι καὶ λίμνῃ περιεχομένη κατὰ τὸ πλεῖστον·
というのも、カルタゴ自体は湾内に位置し、その地形において突き出て半島を形成しており、大部分が一方では海に、他方ではある程度は湖に囲まれているからである。
§1.73.5ὁ δὲ συνάπτων ἰσθμὸς αὐτὴν τῇ Λιβύῃ τὸ πλάτος ὡς εἴκοσι καὶ πέντε σταδίων ἐστιν.
この都市をリビアに繋ぐ地峡は、幅が約25スタディオンである。
τούτου δʼ ἐπὶ μὲν τοῦ πρὸς τὸ πέλαγος νεύοντος μέρους οὐ μακρὰν ἡ τῶν Ἰτυκαίων κεῖται πόλις, ἐπὶ δὲ θατέρου παρὰ τὴν λίμνην ὁ Τύνης.
この地峡の外海に面した部分の、そう遠くないところにウティカ市民の都市が位置しており、もう一方の、湖の傍らにはテュネスが位置している。
§1.73.6ἐφʼ ὧν ἑκατέρων τότε στρατοπεδεύσαντες οἱ μισθοφόροι καὶ διακλείσαντες ἀπὸ τῆς χώρας τοὺς Καρχηδονίους λοιπὸν ἐπεβούλευον αὐτῇ τῇ πόλει,
その時、傭兵たちはこれら両方の場所に陣を敷き、カルタゴ人たちを地方から遮断して、ついには都市そのものの奪取を企てるようになった。
§1.73.7καὶ ποτὲ μὲν ἡμέρας, ποτὲ δὲ καὶ νύκτωρ παραγινόμενοι πρὸς τὸ τεῖχος εἰς φόβους καὶ θορύβους ὁλοσχε
そして、ある時は昼に、ある時は夜に、城壁の近くに現れては、彼らを完全な恐怖と混乱に(陥れた)……