§1.72.1κούτων κακῶν ἐγεγόνεισαν αἴτιοι.
(これほど大きな)災難の原因となったのは、他ならぬ彼ら自身であった。
κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων,
というのも、先の戦争において、彼らはもっともな根拠があると信じ込み、リビアの人々を厳しく支配したからである。
§1.72.2παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις, διπλασίους δὲ ταῖς πόλεσι τοὺς φόρους ἢ πρὶν ἐπιτάττοντες, συγγνώμην δὲ τοῖς ἀπόροις ἢ συμπεριφορὰν οὐδʼ ἡντινοῦν ἐπʼ οὐδενὶ τῶν πραττομένων διδόντες,
他のすべての農作物の半分を奪い取り、諸都市には以前の二倍の貢納金を課し、生活に困窮している者たちに対しては、いかなる処置においても何らの免除も寛容さも一切与えなかった。
§1.72.3θαυμάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρότατα χρωμένους, ὧν εἷς ἦν Ἄννων.
また、歴代の将軍たちの中で、民衆に対して穏和かつ親切に接した人々ではなく、自分たちのために最も多くの物資や備えを用意し、地方の人々に対しては最も厳しく接した人々を称賛し重用していた。 そのうちの一人がハンノンであった。
§1.72.4τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπόστασιν, ἀλλʼ ἀγγέλου μόνον ἐδεήθησαν·
それゆえ、男たちは反乱への勧誘など必要とせず、ただ一人の使者(の到来)だけを必要とした。
§1.72.5αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφʼ ᾧ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς.
一方、これまでの間、自分たちの夫や親が貢納金(の不払い)のために連行されるのを黙って見ていた女たちは、その時には都市ごとに互いに誓い合い、自分たちの財産を一切隠さないという条件のもとで、自らの装飾品を剥ぎ取って、躊躇なく(軍隊への)給与支払いのために差し出した。
§1.72.6καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μισθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆσαι χορηγίας.
そして、マトスやスペンディオスとその一味に、反乱の際に約束した通り、傭兵たちに未払いだった給与を支払うだけでなく、その後も継続的に物資を十分に確保できるほどの、そのような豊かな資金を提供した。
§1.72.7οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν ἀεὶ τοὺς ὀρθῶς βουλευομένους.
このように、正しく事態を熟慮する人々は、現在だけではなく、むしろそれ以上に未来を常に常に見据えなければならないのである。