§1.73.1οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατηγὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψασθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν·
然而,尽管迦太基人处于如此严重的困境中,他们还是推举汉诺为将军,因为他被认为先前曾为他们征服了利比亚的赫卡通塔皮洛斯周边地区;他们一方面招募雇佣兵,另一方面武装达到兵役年龄的公民。
§1.73.2ἐγύμναζον δὲ καὶ συνέταττον τοὺς πολιτικοὺς ἱππεῖς· παρεσκεύαζον δὲ καὶ τὰ περιλιπῆ τῶν πλοίων, τριήρεις καὶ πεντηκοντόρους καὶ τὰ μέγιστα τῶν ἀκατίων.
他们还训练并整编了公民骑兵,并整备了残存的船只,即三段桨船、五十桨船以及最大型的轻舟。
§1.73.3οἱ δὲ περὶ τὸν Μάθω, παραγενομένων αὐτοῖς εἰς ἑπτὰ μυριάδας Λιβύων, ἐπιδιελόντες τούτους, ἀσφαλῶς ἐπολιόρκουν τοὺς Ἰτυκαίους καὶ τοὺς Ἱππακρίτας, βεβαίως δὲ τὴν ἐν τῷ Τύνητι στρατοπεδείαν κατεῖχον, ἀποκεκλείκεσαν δὲ τοὺς Καρχηδονίους ἁπάσης τῆς ἐκτὸς Λιβύης.
而马托斯及其同伙,在约有七万名利比亚人加入他们之后,将这些人分派开来,稳固地包围了尤蒂卡和希帕克里塔的居民,牢牢控制着在突尼斯的营地,并将迦太基人同整个利比亚外围地区隔绝开来。
§1.73.4ἡ γὰρ Καρχηδὼν αὐτὴ μὲν ἐν κόλπῳ κεῖται, προτείνουσα καὶ χερρονησίζουσα τῇ θέσει, τὸ μὲν τῇ θαλάττῃ τὸ δέ τι καὶ λίμνῃ περιεχομένη κατὰ τὸ πλεῖστον·
因为迦太基城本身坐落在一个海湾内,其地理位置突出并呈半岛状,大部分区域一方面被大海环绕,另一方面在某种程度上也被湖泊包围。
§1.73.5ὁ δὲ συνάπτων ἰσθμὸς αὐτὴν τῇ Λιβύῃ τὸ πλάτος ὡς εἴκοσι καὶ πέντε σταδίων ἐστιν. τούτου δʼ ἐπὶ μὲν τοῦ πρὸς τὸ πέλαγος νεύοντος μέρους οὐ μακρὰν ἡ τῶν Ἰτυκαίων κεῖται πόλις, ἐπὶ δὲ θατέρου παρὰ τὴν λίμνην ὁ Τύνης.
将其与利比亚连接起来的地峡宽度约为二十五斯塔德;在此地峡朝向外海的一侧,不远处坐落着尤蒂卡人的城市,而在另一侧的湖畔则是突尼斯。
§1.73.6ἐφʼ ὧν ἑκατέρων τότε στρατοπεδεύσαντες οἱ μισθοφόροι καὶ διακλείσαντες ἀπὸ τῆς χώρας τοὺς Καρχηδονίους λοιπὸν ἐπεβούλευον αὐτῇ τῇ πόλει,
雇佣兵当时在这两个地方安营扎寨,将迦太基人同地方隔绝,此后便图谋夺取该城本身。
§1.73.7καὶ ποτὲ μὲν ἡμέρας, ποτὲ δὲ καὶ νύκτωρ παραγινόμενοι πρὸς τὸ τεῖχος εἰς φόβους καὶ θορύβους ὁλοσχε
他们时而在白昼,时而也在夜间来到城墙跟前,使人们陷入彻底的惊恐与混乱之中……