§1.70.1στρατηγοὺς Μάθω καὶ Σπένδιον.
将軍としてマトスとスペンディオスを(任命した)。
ὁ δὲ Γέσκων ἑώρα μὲν τὴν ὅλην ἀκαταστασίαν καὶ ταραχήν, περὶ πλείστου δὲ ποιούμενος τὸ τῇ πατρίδι συμφέρον καὶ θεωρῶν ὅτι τούτων ἀποθηριωθέντων κινδυνεύουσι προφανῶς οἱ Καρχηδόνιοι τοῖς ὅλοις πράγμασι,
ゲスコンは全体の混乱と騒動を見ていたが、祖国の利益を最も重視し、彼らが狂暴化すればカルタゴ人たちが国家全体の命運において明白な危機に陥るであろうことを見て取って、自らを危険にさらし、根強く踏みとどまった。
§1.70.2παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν.
ある時は彼らの指導者たちと直接交渉し、またある時は部族ごとに集めて説得した。
§1.70.3οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι καὶ προσιόντων θρασέως, βουλόμενος ὁ Γέσκων ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρατηγὸν ἀπαιτεῖν ἐκέλευεν.
しかしながら、リビア人たちがまだ食糧費を受け取っておらず、それが自分たちに支払われるべきだと考えて、不遜に近づいてきたため、ゲスコンは彼らの軽率さを懲らしめたいと考え、将軍であるマトスに請求するようにと命じた。
§1.70.4οἱ δʼ ἐπὶ τοσοῦτον διωργίσθησαν ὥστʼ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστροφὴν δόντες ὥρμησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρπάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ Καρχηδονίους.
すると彼らは、極めて激しく怒ったため、いささかの猶予も与えず、まずは手元にある資金を略奪することに、その後、ゲスコンと彼に同行していたカルタゴ人たちを捕らえることに突進した。
§1.70.5οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστʼ ἂν οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν.
マトスやスペンディオスの仲間たちは、もし何か不法で条約に反する行為を行えば、そのようにして最も速やかに戦争が燃え上がるであろうと考え、群衆の狂気に加担した。 そしてカルタゴ人たちの手荷物を資金とともに略奪し、ゲスコンと同行者たちを屈辱的な形で縛り上げ、牢に放り込んだ。
§1.70.6καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι.
そしてその後は、もはや公然とカルタゴ人たちと戦争を行い、不敬で、人類共通の慣習に反する誓約を結んだ。
§1.70.7ὁ μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπικληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν.
こうして、傭兵たちに対する戦争、また「リビア戦争」と呼ばれる戦争は、このような理由によって、このような始まりを迎えた。
§1.70.8οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τῶν πραγμάτων.
マトスの一味は前述の事柄を成し遂げると、直ちにリビア各地の都市に使節を派遣し、自由を呼びかけ、自分たちを支援し、この大義に協力するよう求めた。
§1.70.9μετὰ δὲ ταῦτα πάντων σχεδὸν τῶν κατὰ τὴν Λιβύην ἑτοίμως συνυπακουσάντων αὐτοῖς πρὸς τὴν ἀπὸ τῶν Καρχηδονίων ἀπόστασιν καὶ τάς τε χορηγίας καὶ τὰς βοηθείας προθύμως ἐξαποστελλόντων, διελόντες σφᾶς πολιορκεῖν ἐνεχείρησαν οἱ μὲν τὴν Ἰτύκην, οἱ δὲ τοὺς Ἱππακρίτας, διὰ τὸ ταύτας τὰς πόλεις μὴ βού
その後、リビアのほぼ全都市が、カルタゴからの反乱にすぐさま彼らに同意し、物資や援軍を熱心に送り届けると、彼らは部隊を分け、一方はウティカを、他方はヒッパクリタを包囲することに着手した。 これは、これらの都市が...を望ま