§1.7.1ἴδιον γάρ τι συνέβη καὶ παραπλήσιον ἑκατέραις ταῖς περὶ τὸν πορθμὸν ἐκτισμέναις πόλεσιν·
というのも、海峡の周辺に創建された双方の都市に、ある特有の、かつお互いに似通った出来事が起こったからである。
εἰσὶ δʼ αὗται Μεσσήνη καὶ Ῥήγιον.
それらとはメッセネとレギオンである。
§1.7.2Μεσσήνην μὲν γὰρ οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν Καμπανοὶ παρʼ Ἀγαθοκλεῖ μισθοφοροῦντες καὶ πάλαι περὶ τὸ κάλλος καὶ τὴν λοιπὴν εὐδαιμονίαν τῆς πόλεως ὀφθαλμιῶντες ἅμα τῷ λαβεῖν καιρὸν εὐθὺς ἐπεχείρησαν παρασπονδεῖν·
すなわち、今述べた時期よりそれほど前ではない時に、アガトクレスのもとで傭兵として仕え、以前からその都市の美しさとその他の繁栄に羨望の目を向けていたカンパニア人たちが、機会を得るやいなや、直ちにメッセネに対して条約を破って背信行為を働くことを企てた。
§1.7.3παρεισελθόντες δʼ ὡς φίλιοι καὶ κατασχόντες τὴν πόλιν οὓς μὲν ἐξέβαλον τῶν πολιτῶν, οὓς δʼ ἀπέσφαξαν.
彼らは友人として忍び入り、都市を占拠すると、市民のうちある者たちを追放し、ある者たちを殺害した。
§1.7.4πράξαντες δὲ ταῦτα τὰς μὲν γυναῖκας καὶ τὰ τέκνα τῶν ἠκληρηκότων, ὥς ποθʼ ἡ τύχη διένειμεν παρʼ αὐτὸν τὸν τῆς παρανομίας καιρὸν ἑκάστοις, οὕτως ἔσχον·
そしてこのようなことを行ったのち、不運に見舞われた者たちの妻や子供たちを、まさにその背信の瞬間に運命がそれぞれに分け与えた通りに、そのように手に入れた。
τοὺς δὲ λοιποὺς βίους καὶ τὴν χώραν μετὰ ταῦτα διελόμενοι κατεῖχον.
そしてその他の財産や土地については、その後に分配して領有した。
§1.7.5ταχὺ δὲ καὶ ῥᾳδίως καλῆς χώρας καὶ πόλεως ἐγκρατεῖς γενόμενοι παρὰ πόδας εὗρον μιμητὰς τῆς πράξεως.
彼らが迅速かつ容易に美しい土地と都市を支配下に置くと、すぐさまその行為の模倣者が現れた。
Ῥηγῖνοι γάρ, §1.7.6καθʼ ὃν καιρὸν Πύρρος εἰς Ἰταλίαν ἐπεραιοῦτο, καταπλαγεῖς γενόμενοι τὴν ἔφοδον αὐτοῦ, δεδιότες δὲ καὶ Καρχηδονίους θαλαττοκρατοῦντας ἐπεσπάσαντο φυλακὴν ἅμα καὶ βοήθειαν παρὰ Ῥωμαίων.
というのも、レギオンの人々は、ピュロスがイタリアに渡ってきたちょうどその時、彼の侵攻に恐れを抱き、また海を支配しているカルタゴ人をも恐れて、ローマ人から守備隊と支援を同時に招き入れたからである。
§1.7.7οἱ δʼ εἰσελθόντες χρόνον μέν τινα διετήρουν τὴν πόλιν καὶ τὴν ἑαυτῶν πίστιν, ὄντες τετρακισχίλιοι τὸν ἀριθμόν, ὧν ἡγεῖτο Δέκιος Καμπανός·
入り込んだ者たちは、しばらくの間は都市を守り、自らの信義を守っていた。 彼らの数は四千人であり、デキウス・カンパヌスが彼らを率いていた。
§1.7.8τέλος δὲ ζηλώσαντες τοὺς Μαμερτίνους, ἅμα δὲ καὶ συνεργοὺς λαβόντες αὐτοὺς παρεσπόνδησαν τοὺς Ῥηγίνους, ἐκπαθεῖς ὄντες ἐπί τε τῇ τῆς πόλεως εὐκαιρίᾳ καὶ τῇ τῶν Ῥηγίνων περὶ τοὺς ἰδίους βίους εὐδαιμονίᾳ·
しかしついに、マメルティニを羨望し、同時に彼らを協力者として得て、レギオンの人々に対し条約を破って背信行為を働いた。 彼らは都市の立地の良さと、レギオンの人々の私有財産にまつわる繁栄に理性を失っていたのである。
καὶ τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποσφάξαντες τῶν πολιτῶν τὸν αὐτὸν τρόπον τοῖς Καμπανοῖς κατέσχον τὴν πόλιν.
そして市民のうちある者を追放し、ある者を殺害して、カンパニア人たちと同じ方法で都市を占拠した。
§1.7.9οἱ δὲ Ῥωμαῖοι βαρέως μὲν ἔφερον τὸ γεγονός· οὐ μὴν εἶχόν γε ποιεῖν οὐδὲν διὰ τὸ συνέχεσθαι τοῖς προειρημένοις πολέμοις.
ローマ人はこの出来事を重く受け止めたが、前述の戦争に縛られていたために、何一つなす術を持たなかった。
§1.7.10ἐπεὶ δʼ ἀπὸ τούτων ἐγένοντο, συγκλείσαντες αὐτοὺς ἐπολιόρκουν τὸ Ῥήγιον, καθάπερ ἐπάνω προεῖπον.
しかし彼らがこれらから解放されると、彼らを包囲してレギオンに閉じ込めた。 すでに上で述べた通りである。
§1.7.11κρατήσαντες δὲ τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ καταλήψει διέφθειραν, ἐκθύμως ἀμυνομένους διὰ τὸ προορᾶσθαι τὸ μέλλον, ζωγρίᾳ δʼ ἐκυρίευσαν πλειόνων ἢ τριακοσίων.
そして勝利を収めると、大半の者をまさにその占領の際に殺害した。 彼らは将来待ち受けている運命を予見していたために死に物狂いで防戦したからであるが、三百人以上の者を捕虜として捕らえた。
§1.7.12ὧν ἀναπεμφθέντων εἰς τὴν Ῥώμην, οἱ στρατηγοὶ προαγαγόντες εἰς τὴν ἀγορὰν καὶ μαστιγώσαντες ἅπαντας κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἐπελέκισαν, βουλόμενοι διὰ τῆς εἰς ἐκείνους τιμωρίας, καθʼ ὅσον οἷοί τʼ ἦσαν, διορθοῦσθαι παρὰ τοῖς συμμάχοις τὴν αὑτῶν πίστιν.
彼らがローマに送られると、執政官たちは広場に引き出し、全員を鞭打ったうえで、自分たちの慣習に従って斧で首をはねた。 彼らに対する処罰を通じて、できる限りにおいて、同盟諸都市に対して自らの信義を回復することを望んだからである。
§1.7.13τὴν δὲ χώραν καὶ τὴν πόλιν παραχρῆμα τοῖς Ῥηγίνοις ἀπέδοσαν.
そして土地と都市を、ただちにレギオンの人々に返還した。