Humanitext Reader

ポリュビオス · 歴史 §1.6.1-1.6.8

ガリア人の略奪からローマのイタリア統一まで

6 / 1311 箇所 · ギリシア語

要旨

ガリア人によるローマ略奪(BC 387年)からローマのイタリア統一(ピュロス戦争)までの展開を要約する。ローマ人が近隣諸部族を征服し、ピュロスを撃退して、イタリア半島の支配を確立していく過程が描かれる。

§1.6.1ἔτος μὲν οὖν ἐνειστήκει μετὰ μὲν τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν ἐννεακαιδέκατον, πρὸ δὲ τῆς ἐν Λεύκτροις μάχης ἑκκαιδέκατον,
さて、アイゴス・ポタモイの海戦から十九年目、そしてレウクトラの戦いの十六年前の年が始まっていた。
§1.6.2ἐν ᾧ Λακεδαιμόνιοι μὲν τὴν ἐπʼ Ἀνταλκίδου λεγομένην εἰρήνην πρὸς βασιλέα τῶν Περσῶν ἐκύρωσαν καὶ πρεσβύτερος Διονύσιος τῇ περὶ τὸν Ἐλλέπορον ποταμὸν μάχῃ νενικηκὼς τοὺς κατὰ τὴν Ἰταλίαν Ἕλληνας ἐπολιόρκει Ῥήγιον, Γαλάται δὲ κατὰ κράτος ἑλόντες αὐτὴν τὴν Ῥώμην κατεῖχον πλὴν τοῦ Καπετωλίου.
その年において、スパルタ人はペルシア王との間でいわゆるアンタルキダスの和約を締結し、長老ディオニュシオスはエレポロス川付近の戦いでイタリアのギリシア人に勝利してレギオンを包囲しており、他方でガリア人はローマ自体を力ずくで占領し、カピトリウムを除いてそこを占拠していた。
§1.6.3πρὸς οὓς ποιησάμενοι Ῥωμαῖοι σπονδὰς καὶ διαλύσεις εὐδοκουμένας Γαλάταις καὶ γενόμενοι πάλιν ἀνελπίστως τῆς πατρίδος ἐγκρατεῖς καὶ λαβόντες οἷον ἀρχὴν τῆς συναυξήσεως ἐπολέμουν ἐν τοῖς ἑξῆς χρόνοις πρὸς τοὺς ἀστυγείτονας.
彼らに対してローマ人は、ガリア人にとって満足のいく条約と和解を結び、予想に反して再び祖国を支配下に置き、いわば強大化の始まりを手にして、その後の期間において近隣住民たちと戦争を行った。
§1.6.4γενόμενοι δʼ ἐγκρατεῖς ἁπάντων τῶν Λατίνων διά τε τὴν ἀνδρείαν καὶ τὴν ἐν ταῖς μάχαις ἐπιτυχίαν μετὰ ταῦτʼ ἐπολέμουν Τυρρηνοῖς, ἔπειτα Κελτοῖς, ἑξῆς δὲ Σαυνίταις τοῖς πρός τε τὰς ἀνατολὰς καὶ τὰς ἄρκτους συντερμονοῦσι τῇ τῶν Λατίνων χώρᾳ.
彼らは、自らの勇気と戦闘における幸運によってラティウム人全員を支配下に置くと、その後はティレニア人と、次いでケルト人と、続いてラティウム地方の東および北で隣接するサムニウム人と戦争を行った。
§1.6.5μετὰ δέ τινα χρόνον Ταραντίνων διὰ τὴν εἰς τοὺς πρεσβευτὰς Ῥωμαίων ἀσέλγειαν καὶ τὸν διὰ ταῦτα φόβον ἐπισπασαμένων Πύρρον, τῷ πρότερον ἔτει τῆς τῶν Γαλατῶν ἐφόδου τῶν τε περὶ Δελφοὺς φθαρέντων καὶ περαιωθέντων εἰς τὴν Ἀσίαν,
しかし、しばらくののち、タレントゥム人がローマの使節たちに対する無礼と、それによる恐怖からピュロスを引き入れたが、これは、デルポイ周辺で破滅しアジアへと渡ったガリア人たちの侵入の前年のことであった。
§1.6.6Ῥωμαῖοι Τυρρηνοὺς μὲν καὶ Σαυνίτας ὑφʼ αὑτοὺς πεποιημένοι, τοὺς δὲ κατὰ τὴν Ἰταλίαν Κελτοὺς πολλαῖς μάχαις ἤδη νενικηκότες, τότε πρῶτον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Ἰταλίας ὥρμησαν, οὐχ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ καθηκόντων σφίσι πολεμήσοντες, ἀθληταὶ γεγονότες ἀληθινοὶ τῶν κατὰ τὸν πόλεμον ἔργων ἐκ τῶν πρὸς τοὺς Σαυνίτας καὶ Κελτοὺς ἀγώνων.
ローマ人は、ティレニア人とサムニウム人を自らの支配下に置き、イタリアのケルト人をすでに多くの戦いで破っており、その時初めて、イタリアの残りの地域へと進出した。 それは他人の土地のためではなく、むしろすでに自分たちのものであり、自分たちに帰属すべきものであるかのように戦おうとしてのことであった。 彼らはサムニウム人やケルト人との戦いを通じて、戦争における諸活動の真の闘士となっていたからである。
§1.6.7ὑποστάντες δὲ γενναίως τὸν πόλεμον τοῦτον καὶ τὸ τελευταῖον τάς τε δυνάμεις καὶ Πύρρον ἐκβαλόντες ἐκ τῆς Ἰταλίας αὖθις ἐπολέμουν καὶ κατεστρέφοντο τοὺς κοινωνήσαντας Πύρρῳ τῶν πραγμάτων.
彼らはこの戦争に雄々しく耐え抜き、最後にはその軍勢とピュロスをイタリアから追い出すと、再び、ピュロスに加担した者たちと戦ってこれを服従させた。
§1.6.8γενόμενοι δὲ παραδόξως ἁπάντων ἐγκρατεῖς καὶ ποιησάμενοι τοὺς τὴν Ἰταλίαν οἰκοῦντας ὑφʼ αὑτοὺς πλὴν Κελτῶν μετὰ ταῦτα πολιορκεῖν ἐνεχείρησαν τοὺς τότε κατέχοντας τὸ Ῥήγιον Ῥωμαίους.
そして、予想に反してすべての地を支配下に置き、ケルト人を除くイタリアの居住者たちを自らの支配下に置くと、その後、その時レギオンを占拠していたローマ人たちを包囲することに着手した。

語釈・文法注

  1. 1.6.5τῷ πρότερον ἔτει τῆς τῶν Γαλατῶν ἐφόδου τῶν τε περὶ Δελφοὺς φθαρέντων καὶ περαιωθέντων εἰς τὴν Ἀσίαν — 属格独立構文「Ταραντίνων ... ἐπισπασαμένων Πύρρον」の後に置かれた時間表示の句。与格の「τῷ πρότερον ἔτει」が「前年に」を意味し、属格の「τῆς τῶν Γαλατῶν ἐφόδου」がこれを修飾する。さらに、分詞句「τῶν τε περὶ Δελφοὺς φθαρέντων...」が「Γαλατῶν」を修飾している。これはピュロスのイタリア侵攻(紀元前280年)が、ガリア人のギリシアおよびデルポイ侵攻(紀元前279年)の前年であることを示す。
  2. 1.6.6οὐχ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ καθηκόντων σφίσι πολεμήσοντες — 未来分詞「πολεμήσοντες」に「ὡς」が付されて主動詞「ὥρμησαν」の目的・意図を表している(「戦うつもりで進出した」)。否定の「οὐχ ὡς...」と肯定の「ἐπὶ δὲ τὸ πλεῖον ὡς...」の対比は、ローマ人がイタリアを他国の領土(ὀθνείων)としてではなく、すでに自分たちの私的な、かつ当然帰属すべきもの(ἰδίων... καὶ καθηκόντων)として征服しようとする明確な意志を持っていたことを強調する。
  3. 1.6.8τοὺς τότε κατέχοντας τὸ Ῥήγιον Ῥωμαίους — 「その時レギオンを占拠していたローマ人」という表現。歴史的には、ピュロス戦争中にレギオンの保護のためローマが派遣したデキウス・ウィベリウス率いるカンパニア人同盟部隊が反乱を起こし、レギオンを不法占拠した事件を指す。彼らはローマの市民権を持っていた、あるいはローマの守備隊であったため、ポリュビオスは彼らを「ローマ人」と呼んでいる。

この箇所を引用する

ポリュビオス, 歴史 §1.6.1-1.6.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.6.1-1.6.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。