§1.7.1ἴδιον γάρ τι συνέβη καὶ παραπλήσιον ἑκατέραις ταῖς περὶ τὸν πορθμὸν ἐκτισμέναις πόλεσιν· εἰσὶ δʼ αὗται Μεσσήνη καὶ Ῥήγιον.
因为在海峡附近建立的这两座城市遇到了一件独特而又极其相似的事情,这两座城市就是美塞拿和雷吉乌姆。
§1.7.2Μεσσήνην μὲν γὰρ οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν Καμπανοὶ παρʼ Ἀγαθοκλεῖ μισθοφοροῦντες καὶ πάλαι περὶ τὸ κάλλος καὶ τὴν λοιπὴν εὐδαιμονίαν τῆς πόλεως ὀφθαλμιῶντες ἅμα τῷ λαβεῖν καιρὸν εὐθὺς ἐπεχείρησαν παρασπονδεῖν·
因为就在刚才所说的时期前不久,在阿加托克利斯手下担任雇佣兵的坎帕尼亚人,早就觊觎这座城市的美丽和随之而来的繁荣,一得到机会,就立刻企图背信弃义地对付美塞拿。
§1.7.3παρεισελθόντες δʼ ὡς φίλιοι καὶ κατασχόντες τὴν πόλιν οὓς μὲν ἐξέβαλον τῶν πολιτῶν, οὓς δʼ ἀπέσφαξαν.
他们以朋友的身份潜入并占领了城市,将一部分市民驱逐,将另一部分市民屠杀。
§1.7.4πράξαντες δὲ ταῦτα τὰς μὲν γυναῖκας καὶ τὰ τέκνα τῶν ἠκληρηκότων, ὥς ποθʼ ἡ τύχη διένειμεν παρʼ αὐτὸν τὸν τῆς παρανομίας καιρὸν ἑκάστοις, οὕτως ἔσχον· τοὺς δὲ λοιποὺς βίους καὶ τὴν χώραν μετὰ ταῦτα διελόμενοι κατεῖχον.
在做了这些事之后,对于那些不幸者的妻子和孩子,正如命运在他们犯下罪行的那一刻分给每个人的一样,他们就这样占有了她们;在此之后,他们瓜分了其余的资产和土地,并据为己有。
§1.7.5ταχὺ δὲ καὶ ῥᾳδίως καλῆς χώρας καὶ πόλεως ἐγκρατεῖς γενόμενοι παρὰ πόδας εὗρον μιμητὰς τῆς πράξεως.
他们如此迅速而轻易地占领了一片美丽的土地和城市,立刻就有了这一行径的模仿者。
Ῥηγῖνοι γάρ, §1.7.6καθʼ ὃν καιρὸν Πύρρος εἰς Ἰταλίαν ἐπεραιοῦτο, καταπλαγεῖς γενόμενοι τὴν ἔφοδον αὐτοῦ, δεδιότες δὲ καὶ Καρχηδονίους θαλαττοκρατοῦντας ἐπεσπάσαντο φυλακὴν ἅμα καὶ βοήθειαν παρὰ Ῥωμαίων.
因为雷吉乌姆的人们,在皮洛士渡海进入意大利的时候,因对他的入侵感到恐慌,同时也害怕控制着海权的卡太基人,于是向罗马人请求了驻军和援助。
§1.7.7οἱ δʼ εἰσελθόντες χρόνον μέν τινα διετήρουν τὴν πόλιν καὶ τὴν ἑαυτῶν πίστιν, ὄντες τετρακισχίλιοι τὸν ἀριθμόν, ὧν ἡγεῖτο Δέκιος Καμπανός·
进入城内的士兵在一段时间内守护着城市并恪守着自己的信用,他们人数为四千人,由德基乌斯·坎帕努斯统率。
§1.7.8τέλος δὲ ζηλώσαντες τοὺς Μαμερτίνους, ἅμα δὲ καὶ συνεργοὺς λαβόντες αὐτοὺς παρεσπόνδησαν τοὺς Ῥηγίνους, ἐκπαθεῖς ὄντες ἐπί τε τῇ τῆς πόλεως εὐκαιρίᾳ καὶ τῇ τῶν Ῥηγίνων περὶ τοὺς ἰδίους βίους εὐδαιμονίᾳ·
但最终,他们出于对马梅尔蒂尼人的嫉妒,同时又得到了他们的协助,便对雷吉乌姆人背信弃义,因为他们对这座城市的优越地理位置以及雷吉乌姆人私产的繁荣垂涎若狂。
καὶ τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποσφάξαντες τῶν πολιτῶν τὸν αὐτὸν τρόπον τοῖς Καμπανοῖς κατέσχον τὴν πόλιν.
他们驱逐了一些市民,杀害了另一些,以与坎帕尼亚人相同的方式强占了这座城市。
§1.7.9οἱ δὲ Ῥωμαῖοι βαρέως μὲν ἔφερον τὸ γεγονός· οὐ μὴν εἶχόν γε ποιεῖν οὐδὲν διὰ τὸ συνέχεσθαι τοῖς προειρημένοις πολέμοις.
罗马人对发生的事情深感愤慨;然而,由于受困于前述的战争,他们无法采取任何行动。
§1.7.10ἐπεὶ δʼ ἀπὸ τούτων ἐγένοντο, συγκλείσαντες αὐτοὺς ἐπολιόρκουν τὸ Ῥήγιον, καθάπερ ἐπάνω προεῖπον.
但当他们从这些战争中抽身出来时,便将他们围困并包围了雷吉乌姆,正如我上面所说的那样。
§1.7.11κρατήσαντες δὲ τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ καταλήψει διέφθειραν, ἐκθύμως ἀμυνομένους διὰ τὸ προορᾶσθαι τὸ μέλλον, ζωγρίᾳ δʼ ἐκυρίευσαν πλειόνων ἢ τριακοσίων.
攻克该城后,他们在实际占领的过程中杀死了大多数人,因为这些人预见到未来的命运而拼死抵抗,但他们还是活捉了三百多人。
§1.7.12ὧν ἀναπεμφθέντων εἰς τὴν Ῥώμην, οἱ στρατηγοὶ προαγαγόντες εἰς τὴν ἀγορὰν καὶ μαστιγώσαντες ἅπαντας κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἐπελέκισαν, βουλόμενοι διὰ τῆς εἰς ἐκείνους τιμωρίας, καθʼ ὅσον οἷοί τʼ ἦσαν, διορθοῦσθαι παρὰ τοῖς συμμάχοις τὴν αὑτῶν πίστιν.
当这些人被押送到罗马后,执政官们将他们带到广场上,按照他们当地的习俗,对所有人施以鞭刑后用斧头斩首,他们希望通过对那些人的惩罚,在尽可能的范围内,在同盟者面前恢复自己的信用。
§1.7.13τὴν δὲ χώραν καὶ τὴν πόλιν παραχρῆμα τοῖς Ῥηγίνοις ἀπέδοσαν.
至于土地和城市,他们立刻归还给了雷吉乌姆人。