§1.68.1οἱ δὲ Καρχηδόνιοι τότε πρὸ ὀφθαλμῶν ἐλάμβανον τὴν αὑτῶν ἄγνοιαν, ὅτʼ ἦν οὐδὲν ὄφελος.
しかし、カルタゴ人たちは、もはや何の役にも立たないその時に、自分たちの愚策を目の当たりにすることとなった。
§1.68.2μεγάλα μὲν γὰρ ἥμαρτον, εἰς ἕνα τόπον ἁθροίσαντες τοσοῦτο πλῆθος μισθοφόρων, ἔχοντες οὐδεμίαν ἐλπίδα πολεμικῆς χρείας ἐν ταῖς πολιτικαῖς δυνάμεσι·
というのも、彼らは市民軍に戦争における実用性を全く期待していなかったにもかかわらず、これほど多くの傭兵の群れを一つの場所に集めるという大きな過ちを犯したからである。
§1.68.3τούτου δὲ μεῖζον ἔτι, προέμενοι τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ σὺν τούτοις τὰς ἀποσκευάς·
これよりもさらに大きな過ちは、子どもや妻、そして彼女らと共に手荷物を手放してしまったことである。
οἷς ἐξῆν ὁμήροις χρησαμένους ἀσφαλέστερον μὲν αὐτοὺς βουλεύσασθαι περὶ τῶν ὑποπιπτόντων, εὐπειθεστέροις δʼ ἐκείνοις χρῆσθαι πρὸς τὸ παρακαλούμενον,
もしこれらを人質として利用していれば、彼ら自身は直面する事態についてより安全に熟議することができたであろうし、傭兵たちを要求に対してより従順にさせることができたはずであった。
§1.68.4οὐ μὴν ἀλλὰ καὶ καταπλαγέντες τὴν στρατοπεδείαν πᾶν ὑπέμενον, σπουδάζοντες ἐξιλάσασθαι τὴν ὀργὴν αὐτῶν,
それにもかかわらず、彼らの布陣に恐れをなしたカルタゴ人たちは、何でも受け入れ、彼らの怒りをなだめるよう努めた。
§1.68.5καὶ τάς τε τῶν ἐπιτηδείων ἀγορὰς ἐκπέμποντες δαψιλεῖς ἐπώλουν, καθὼς ἐκεῖνοι βούλοιντο καὶ τάττοιεν τὰς τιμάς, τῶν τε τῆς γερουσίας ἀεί τινας ἐξαπέστελλον πρέσβεις, ὑπισχνούμενοι ποιήσειν πᾶν ὅ,τι ποτʼ ἂν αὐτοὺς ἀξιώσαιεν εἰ κατὰ δύναμιν.
そして、食料の市場を豊富に送り出して彼らが望み設定する価格で販売させ、元老院のメンバーを常に何人か使節として派遣して、彼らが要求することで能力の及ぶ限り、どんなことでも実行すると約束した。
§1.68.6ἦν δὲ πολὺ τὸ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς μισθοφόροις ἐπινοούμενον, ἅτε δὴ κατατεθαρρηκότων μὲν καὶ συντεθεωρηκότων τὴν κατάπληξιν καὶ πτοίαν τῶν Καρχηδονίων,
しかし、傭兵たちによって日々考案される要求は増大していった。 彼らはカルタゴ人の狼狽と恐怖を完全に侮り、かつ見透かしていたからである。
§1.68.7πεφρονηματισμένων δὲ καὶ πεπεισμένων διὰ τοὺς προγεγονότας αὐτοῖς ἐν Σικελίᾳ πρὸς τὰ Ῥωμαϊκὰ στρατόπεδα κινδύνους μὴ οἷον Καρχηδονίους ἀντοφθαλμῆσαί ποτʼ ἂν πρὸς αὐτοὺς ἐν τοῖς ὅπλοις, ἀλλὰ μηδὲ τῶν λοιπῶν ἀνθρώπων μηδένα ῥᾳδίως.
また彼らは、シケリアでローマ軍の陣営に対して以前に経験した戦闘により、カルタゴ人が武装して自分たちに立ち向かうことなど決してできないばかりか、他の人類の誰も容易には立ち向かえないだろうと傲慢にも確信していたからである。
§1.68.8διόπερ ἅμα τῷ συγχωρῆσαι τὰ περὶ τῶν ὀψωνίων αὐτοῖς τοὺς Καρχηδονίους εὐθέως ἐπέβαινον καὶ τῶν τεθνεώτων ἵππων ἀπῄτουν τὰς ἀξίας.
それゆえ、カルタゴ人が給与に関する要求を承諾するやいなや、彼らは直ちにさらに付け上がり、死んだ馬の代金を要求した。
§1.68.9προσδεξαμένων δὲ καὶ τοῦτο, πάλιν τῆς προσοφειλομένης σιτομετρίας ἐκ πλείονος χρόνου τὴν μεγίστην γεγονυῖαν ἐν τῷ πολέμῳ τιμὴν ἔφασκον αὑτοὺς δεῖν κομίζεσθαι.
カルタゴ人がこれをも受け入れると、再び、長い間にわたって未払いになっていた食糧配給について、戦争中に最も高騰した価格で自分たちが受け取るべきであると主張した。
§1.68.10καθόλου δʼ ἀεί τι νέον καὶ καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διάλυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν αὐτοῖς ὑπάρχειν.
全般的に、彼らは常に何か新しい、かつ奇妙な要求を考案し続け、彼らの中に多くの悪意ある扇動的な者たちが存在していたために、合意を不可能な状態へと追い込んだ。
§1.68.11οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπιτρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν Σικελίᾳ γεγονότων στρατηγῶν.
それにもかかわらず、カルタゴ人が可能な限りのあらゆることを約束したので、傭兵たちは紛争の仲裁を、シケリアで指揮を執った将軍たちのうちの一人に委ねることに同意した。
§1.68.12πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθʼ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα διʼ ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρεσβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως δοκεῖν ἀποτεθεῖσθαι·
さて、シケリアで苦楽を共にしたアミルカス・バルカスに対しては、彼らは不満を抱いていた。 彼が自分たちのもとに使節としてやって来もしないし、将軍の職を自発的に辞任したように見えたことによって、とりわけ彼のせいで自分たちが無視されていると考えていたからである。
§1.68.13πρὸς δὲ Γέσκωνα πάνυ διέκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δʼ αὐτῶν πρόνοιαν τὴν ἐνδεχομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν ἀνακομιδήν.
一方、ゲスコンに対しては、彼らは非常に好意的に接していた。 彼はシケリアで将軍を務めており、他の事柄においても、とりわけ送還の際において、彼らのために可能な限りの配慮をしてくれていたからである。
διόπερ ἐπέτρεψαν τούτῳ περὶ τῶν
それゆえ、彼らはについてこの男に委ねた。