§1.68.1οἱ δὲ Καρχηδόνιοι τότε πρὸ ὀφθαλμῶν ἐλάμβανον τὴν αὑτῶν ἄγνοιαν, ὅτʼ ἦν οὐδὲν ὄφελος.
而迦太基人此时才亲眼看到自己的愚蠢,但这已毫无用处。
§1.68.2μεγάλα μὲν γὰρ ἥμαρτον, εἰς ἕνα τόπον ἁθροίσαντες τοσοῦτο πλῆθος μισθοφόρων, ἔχοντες οὐδεμίαν ἐλπίδα πολεμικῆς χρείας ἐν ταῖς πολιτικαῖς δυνάμεσι· §1.68.3τούτου δὲ μεῖζον ἔτι, προέμενοι τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ σὺν τούτοις τὰς ἀποσκευάς· οἷς ἐξῆν ὁμήροις χρησαμένους ἀσφαλέστερον μὲν αὐτοὺς βουλεύσασθαι περὶ τῶν ὑποπιπτόντων, εὐπειθεστέροις δʼ ἐκείνοις χρῆσθαι πρὸς τὸ παρακαλούμενον, §1.68.4οὐ μὴν ἀλλὰ καὶ καταπλαγέντες τὴν στρατοπεδείαν πᾶν ὑπέμενον, σπουδάζοντες ἐξιλάσασθαι τὴν ὀργὴν αὐτῶν, §1.68.5καὶ τάς τε τῶν ἐπιτηδείων ἀγορὰς ἐκπέμποντες δαψιλεῖς ἐπώλουν, καθὼς ἐκεῖνοι βούλοιντο καὶ τάττοιεν τὰς τιμάς, τῶν τε τῆς γερουσίας ἀεί τινας ἐξαπέστελλον πρέσβεις, ὑπισχνούμενοι ποιήσειν πᾶν ὅ,τι ποτʼ ἂν αὐτοὺς ἀξιώσαιεν εἰ κατὰ δύναμιν.
因为他们犯了一个大错,将如此众多的雇佣兵聚集在同一个地方,而对自己的公民军队又没有任何军事效能的期望;比这更严重的错误是,他们放弃了孩子、妻子,以及随同的行李;本来他们可以把这些作为人质,从而使自己对面临的局势进行更安全的商榷,并使雇佣兵对他们的要求更加顺从,尽管如此,由于对他们的驻军感到恐慌,迦太基人忍受了一切,力图平息他们的愤怒,他们源源不断地运出生活必需品并进行出售,价格完全听凭他们决定和规定,而且他们不断派遣元老院的成员作为使者,承诺只要能力所及,无论他们提出什么要求都会照办。
§1.68.6ἦν δὲ πολὺ τὸ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς μισθοφόροις ἐπινοούμενον, ἅτε δὴ κατατεθαρρηκότων μὲν καὶ συντεθεωρηκότων τὴν κατάπληξιν καὶ πτοίαν τῶν Καρχηδονίων, §1.68.7πεφρονηματισμένων δὲ καὶ πεπεισμένων διὰ τοὺς προγεγονότας αὐτοῖς ἐν Σικελίᾳ πρὸς τὰ Ῥωμαϊκὰ στρατόπεδα κινδύνους μὴ οἷον Καρχηδονίους ἀντοφθαλμῆσαί ποτʼ ἂν πρὸς αὐτοὺς ἐν τοῖς ὅπλοις, ἀλλὰ μηδὲ τῶν λοιπῶν ἀνθρώπων μηδένα ῥᾳδίως.
然而,雇佣兵们每天盘算的要求越来越多,因为他们已经完全轻视并看穿了迦太基人的惊恐和惧怕,而且他们因以前在西西里对抗罗马军队时所经历的危险而变得傲慢并坚信:不仅迦太基人绝不敢全副武装地与他们对视,其他人类中的任何一人也不可能轻易做到。
§1.68.8διόπερ ἅμα τῷ συγχωρῆσαι τὰ περὶ τῶν ὀψωνίων αὐτοῖς τοὺς Καρχηδονίους εὐθέως ἐπέβαινον καὶ τῶν τεθνεώτων ἵππων ἀπῄτουν τὰς ἀξίας.
因此,当迦太基人一答应他们关于薪饷的要求,他们便立刻得寸进尺,要求赔偿死去的马匹的价值。
§1.68.9προσδεξαμένων δὲ καὶ τοῦτο, πάλιν τῆς προσοφειλομένης σιτομετρίας ἐκ πλείονος χρόνου τὴν μεγίστην γεγονυῖαν ἐν τῷ πολέμῳ τιμὴν ἔφασκον αὑτοὺς δεῖν κομίζεσθαι.
当迦太基人也接受了这一点时,他们又声称,对于长期以来积欠的粮食配给,应当按照战争期间出现的最高价格来补偿给他们。
§1.68.10καθόλου δʼ ἀεί τι νέον καὶ καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διάλυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν αὐτοῖς ὑπάρχειν.
总而言之,他们总是想出一些奇特的新要求,将和解推向不可能的境地,因为在他们之中有许多心怀叵测和煽动叛乱的人。
§1.68.11οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπιτρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν Σικελίᾳ γεγονότων στρατηγῶν.
尽管如此,在迦太基人承诺了一切可能的事情后,他们同意将争议事项委托给曾在西西里任职的将军中的一人。
§1.68.12πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθʼ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα διʼ ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρεσβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως δοκεῖν ἀποτεθεῖσθαι· §1.68.13πρὸς δὲ Γέσκωνα πάνυ διέκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δʼ αὐτῶν πρόνοιαν τὴν ἐνδεχομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν ἀνακομιδήν.
因此,对于曾与他们一起在西西里共患难的阿米尔卡·巴卡,他们感到不满,认为自己受到忽视在很大程度上是由于他的缘故,因为他既不来作使者,又似乎是自愿辞去了将军职务;但对于盖斯科,他们态度非常友好,他曾在西西里担任将军,并在其他事情上,尤其是在遣返方面,对他们给予了尽可能的关怀。
διόπερ ἐπέτρεψαν τούτῳ περὶ τῶν
因此,他们把关于……的事情委托给了他。