§1.6.1ἔτος μὲν οὖν ἐνειστήκει μετὰ μὲν τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν ἐννεακαιδέκατον, πρὸ δὲ τῆς ἐν Λεύκτροις μάχης ἑκκαιδέκατον, §1.6.2ἐν ᾧ Λακεδαιμόνιοι μὲν τὴν ἐπʼ Ἀνταλκίδου λεγομένην εἰρήνην πρὸς βασιλέα τῶν Περσῶν ἐκύρωσαν καὶ πρεσβύτερος Διονύσιος τῇ περὶ τὸν Ἐλλέπορον ποταμὸν μάχῃ νενικηκὼς τοὺς κατὰ τὴν Ἰταλίαν Ἕλληνας ἐπολιόρκει Ῥήγιον, Γαλάται δὲ κατὰ κράτος ἑλόντες αὐτὴν τὴν Ῥώμην κατεῖχον πλὴν τοῦ Καπετωλίου.
当时,正值羊角河战役后的第局九年,以及留克特拉战役前的第十六年,在那一年,拉栖代梦人与波斯国王缔结了所谓《安塔尔基达斯和约》,长老狄奥尼西奥斯在埃勒波罗斯河附近的战役中击败了意大利的希腊人并包围了雷吉乌姆,而高卢人则武力攻占了罗马本身,除卡皮托林山外,占领了该城。
§1.6.3πρὸς οὓς ποιησάμενοι Ῥωμαῖοι σπονδὰς καὶ διαλύσεις εὐδοκουμένας Γαλάταις καὶ γενόμενοι πάλιν ἀνελπίστως τῆς πατρίδος ἐγκρατεῖς καὶ λαβόντες οἷον ἀρχὴν τῆς συναυξήσεως ἐπολέμουν ἐν τοῖς ἑξῆς χρόνοις πρὸς τοὺς ἀστυγείτονας.
罗马人与高卢人达成协议并达成了令高卢人满意的和解,从而出人意料地重新掌握了祖国,并获得了可以说是其日后扩张的起点,在接下来的时期里,他们与邻邦展开了战争。
§1.6.4γενόμενοι δʼ ἐγκρατεῖς ἁπάντων τῶν Λατίνων διά τε τὴν ἀνδρείαν καὶ τὴν ἐν ταῖς μάχαις ἐπιτυχίαν μετὰ ταῦτʼ ἐπολέμουν Τυρρηνοῖς, ἔπειτα Κελτοῖς, ἑξῆς δὲ Σαυνίταις τοῖς πρός τε τὰς ἀνατολὰς καὶ τὰς ἄρκτους συντερμονοῦσι τῇ τῶν Λατίνων χώρᾳ.
由于他们的英勇和在战斗中的好运,他们征服了所有拉丁人,在此之后,他们又与第勒尼安人作战,接着是凯尔特人,随后是萨姆奈特人,后者在东面和北面与拉丁人的领土接壤。
§1.6.5μετὰ δέ τινα χρόνον Ταραντίνων διὰ τὴν εἰς τοὺς πρεσβευτὰς Ῥωμαίων ἀσέλγειαν καὶ τὸν διὰ ταῦτα φόβον ἐπισπασαμένων Πύρρον, τῷ πρότερον ἔτει τῆς τῶν Γαλατῶν ἐφόδου τῶν τε περὶ Δελφοὺς φθαρέντων καὶ περαιωθέντων εἰς τὴν Ἀσίαν, §1.6.6Ῥωμαῖοι Τυρρηνοὺς μὲν καὶ Σαυνίτας ὑφʼ αὑτοὺς πεποιημένοι, τοὺς δὲ κατὰ τὴν Ἰταλίαν Κελτοὺς πολλαῖς μάχαις ἤδη νενικηκότες, τότε πρῶτον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Ἰταλίας ὥρμησαν, οὐχ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ καθηκόντων σφίσι πολεμήσοντες, ἀθληταὶ γεγονότες ἀληθινοὶ τῶν κατὰ τὸν πόλεμον ἔργων ἐκ τῶν πρὸς τοὺς Σαυνίτας καὶ Κελτοὺς ἀγώνων.
一段时间后,塔兰托人由于对罗马使节的无礼以及由此产生的恐惧而引来了皮洛士,当时正值高卢人(即那些在德尔斐周围被歼灭并渡海进入亚洲的高卢人)入侵的前一年,罗马人此时已将第勒尼安人和萨姆奈特人收归麾下,并且已经在多次战役中击败了意大利境内的凯尔特人,于是他们首次向意大利的其余地区挺进,不是为了别人的土地,而更多地是为了已经属于他们、也该归他们所有的土地而战,因为他们通过与萨姆奈特人和凯尔特人的斗争,已经成为了战争事业中真正的战士。
§1.6.7ὑποστάντες δὲ γενναίως τὸν πόλεμον τοῦτον καὶ τὸ τελευταῖον τάς τε δυνάμεις καὶ Πύρρον ἐκβαλόντες ἐκ τῆς Ἰταλίας αὖθις ἐπολέμουν καὶ κατεστρέφοντο τοὺς κοινωνήσαντας Πύρρῳ τῶν πραγμάτων.
他们英勇地承受了这场战争,并最终将皮洛士及其军队逐出意大利,随后再次开战并征服了那些曾参与皮洛士行动的人。
§1.6.8γενόμενοι δὲ παραδόξως ἁπάντων ἐγκρατεῖς καὶ ποιησάμενοι τοὺς τὴν Ἰταλίαν οἰκοῦντας ὑφʼ αὑτοὺς πλὴν Κελτῶν μετὰ ταῦτα πολιορκεῖν ἐνεχείρησαν τοὺς τότε κατέχοντας τὸ Ῥήγιον Ῥωμαίους.
在出人意料地征服了所有人,并将除凯尔特人以外的意大利居民收归麾下之后,他们在此之后着手包围当时强占雷吉乌姆的罗马人。