§1.47.1καταπληττόμενος τῷ παραβόλῳ.
驚愕させた。
μέγιστα δὲ συνεβάλλετο πρὸς τὴν τόλμαν αὐτοῦ τὸ διὰ τῶν προβραχέων ἐκ τῆς ἐμπειρίας ἀκριβῶς σεσημειῶσθαι τὸν εἴσπλουν·
しかし、彼のこの大胆な試みに最も大きく貢献したのは、経験に基づいて浅瀬を通る入港路を正確に把握していたことだった。
§1.47.2ὑπεράρας γὰρ καὶ φαινόμενος ἔπειτʼ ἂν ἀπὸ τῶν κατὰ τὴν Ἰταλίαν μερῶν ἐλάμβανε τὸν ἐπὶ τῆς θαλάττης πύργον κατὰ πρῶρραν οὕτως ὥστε τοῖς πρὸς τὴν Λιβύην τετραμμένοις πύργοις τῆς πόλεως ἐπιπροσθεῖν ἅπασι·
すなわち彼は、沖合に出て、それからイタリア側の方面から現れると、船首を海上の塔にまっすぐ向け、その塔がリビアの方を向いている街のすべての塔を重なって遮るようにコースを取ったのである。
διʼ οὗ τρόπου μόνως ἐστὶ δυνατὸν ἐξ οὐρίας τοῦ κατὰ τὸν εἴσπλουν στόματος εὐστοχεῖν.
このようにしてのみ、追い風のなかで入港路の入り口へと正確に進むことが可能だったのである。
§1.47.3τῇ δὲ τοῦ Ῥοδίου τόλμῃ πιστεύσαντες καὶ πλείους ἀπεθάρρησαν τῶν εἰδότων τοὺς τόπους τὸ παραπλήσιον ποιεῖν·
このロドス人の大胆さに励まされ、その場所を知っている他の多くの人々も同じことを敢行するようになった。
ἐξ ὧν οἱ Ῥωμαῖοι δυσχρηστούμενοι τῷ συμβαίνοντι χωννύειν τὸ στόμα τοῦ λιμένος ἐπεχείρησαν.
この事態に困惑したローマ人たちは、港の入り口を埋め立てることを試みた。
§1.47.4κατὰ μὲν οὖν τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς οὐδὲν ἤνυον διὰ τὸ βάθος τῆς θαλάττης καὶ διὰ τὸ μηθὲν δύνασθαι τῶν ἐμβαλλομένων στῆναι μηδὲ συμμεῖναι τὸ παράπαν, ἀλλʼ ὑπό τε τοῦ κλύδωνος καὶ τῆς τοῦ ῥοῦ βίας τὸ ῥιπτούμενον εὐθέως ἐν τῇ καταφορᾷ παρωθεῖσθαι καὶ διασκορπίζεσθαι,
したがって、彼らはその試みの大部分においては、海の深さのゆえに、また投入されたものが全く留まることも一体となってとどまることもできなかったため、何の成果も上げられなかった。 むしろ、投げ込まれたものは落下すると同時に、波と急流の勢いによってすぐに押し流され、散逸してしまったからである。
§1.47.5κατὰ δέ τινα τόπον ἔχοντα βράχεα συνέστη χῶμα μετὰ πολλῆς ταλαιπωρίας, ἐφʼ ᾧ τετρήρης ἐκτρέχουσα νυκτὸς ἐκάθισε καὶ τοῖς πολεμίοις ὑποχείριος ἐγένετο, διαφέρουσα τῇ κατασκευῇ τῆς ναυπηγίας.
しかし、浅瀬のある特定の場所においては、多大な苦労の末に堤防が築かれ、その上で、夜間に出航しようとした一隻の四段櫂船が座礁し、敵の手中に落ちた。 この船は造船上の構造において優れていた。
§1.47.6ἧς οἱ Ῥωμαῖοι κρατήσαντες καὶ πληρώματι καταρτίσαντες ἐπιλέκτῳ πάντας τοὺς εἰσπλέοντας, μάλιστα δὲ τὸν Ῥόδιον, ἐπετήρουν.
ローマ人たちはこの船を拿捕すると、えり抜きの乗組員を乗せて艤装し、入港しようとする者すべてを、とりわけあのロドス人を監視した。
§1.47.7ὁ δὲ κατὰ τύχην εἰσπλεύσας νυκτὸς μετὰ ταῦτα πάλιν ἀνήγετο φανερῶς.
彼は、その後のある時、偶然にも夜の間に入港したのち、再び堂々と出港しようとした。
θεωρῶν δʼ ἐκ καταβολῆς αὑτῷ τὴν τετρήρη συνεξορμήσασαν, γνοὺς τὴν ναῦν διετράπη.
しかし、出港の最初から、あの四段櫂船が自分と一緒に追撃のために出帆するのを目にし、その船を識別して進路を翻した。
§1.47.8τὸ μὲν οὖν πρῶτον ὥρμησεν ὡς καταταχήσων· τῇ δὲ τοῦ πληρώματος παρασκευῇ καταλαμβανόμενος, τέλος ἐπιστρέψας ἠναγκάσθη συμβαλεῖν τοῖς πολεμίοις.
最初、彼は速度で振り切ろうと急いだが、敵の乗組員の優秀さに追いつかれ、ついに反転して敵と交戦することを余儀なくされた。
§1.47.9καταπροτερούμενος δὲ τοῖς ἐπιβατικοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκλογὴν τῶν ἀνδρῶν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
そして、乗船兵たちの数の多さと精鋭ぶりによって圧倒され、彼は敵の手中に落ちた。
§1.47.10οἱ δὲ Ῥωμαῖοι, κυριεύσαντες καὶ ταύτης τῆς νεὼς εὖ κατεσκευασμένης καὶ καταρτίσαντες αὐτὴν τοῖς πρὸς τὴν χρείαν, οὕτως ἐκώλυσαν τοὺς κατατολμῶντας καὶ πλέοντας εἰς τὸ Λιλύβαιον.
ローマ人たちは、この優れた構造の船をも手中に収め、任務に必要な備えを整えて艤装し、このようにして、リリュバイオンへと大胆に航行しようとする者たちを阻止した。