§1.47.1καταπληττόμενος τῷ παραβόλῳ.
使他们因其胆大妄为而惊恐万分。
μέγιστα δὲ συνεβάλλετο πρὸς τὴν τόλμαν αὐτοῦ τὸ διὰ τῶν προβραχέων ἐκ τῆς ἐμπειρίας ἀκριβῶς σεσημειῶσθαι τὸν εἴσπλουν· §1.47.2ὑπεράρας γὰρ καὶ φαινόμενος ἔπειτʼ ἂν ἀπὸ τῶν κατὰ τὴν Ἰταλίαν μερῶν ἐλάμβανε τὸν ἐπὶ τῆς θαλάττης πύργον κατὰ πρῶρραν οὕτως ὥστε τοῖς πρὸς τὴν Λιβύην τετραμμένοις πύργοις τῆς πόλεως ἐπιπροσθεῖν ἅπασι· διʼ οὗ τρόπου μόνως ἐστὶ δυνατὸν ἐξ οὐρίας τοῦ κατὰ τὸν εἴσπλουν στόματος εὐστοχεῖν.
然而,最有助于他展现这种胆识的,是他凭经验精确地掌握了穿过浅滩的入港航道;因为他先驶向外海,接着从意大利方向现身,然后让船首正对海上的那座塔,使其正好挡住所有朝向利比亚的城塔;只有通过这种方式,才能在顺风中准确驶入港口通道的入口。
§1.47.3τῇ δὲ τοῦ Ῥοδίου τόλμῃ πιστεύσαντες καὶ πλείους ἀπεθάρρησαν τῶν εἰδότων τοὺς τόπους τὸ παραπλήσιον ποιεῖν· ἐξ ὧν οἱ Ῥωμαῖοι δυσχρηστούμενοι τῷ συμβαίνοντι χωννύειν τὸ στόμα τοῦ λιμένος ἐπεχείρησαν.
鉴于这位罗德岛人的胆量,其他许多熟悉该地地形的人也壮起胆来效仿;罗马人对此事态感到棘手,于是企图将港口通道的入口堵塞。
§1.47.4κατὰ μὲν οὖν τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς οὐδὲν ἤνυον διὰ τὸ βάθος τῆς θαλάττης καὶ διὰ τὸ μηθὲν δύνασθαι τῶν ἐμβαλλομένων στῆναι μηδὲ συμμεῖναι τὸ παράπαν, ἀλλʼ ὑπό τε τοῦ κλύδωνος καὶ τῆς τοῦ ῥοῦ βίας τὸ ῥιπτούμενον εὐθέως ἐν τῇ καταφορᾷ παρωθεῖσθαι καὶ διασκορπίζεσθαι, §1.47.5κατὰ δέ τινα τόπον ἔχοντα βράχεα συνέστη χῶμα μετὰ πολλῆς ταλαιπωρίας, ἐφʼ ᾧ τετρήρης ἐκτρέχουσα νυκτὸς ἐκάθισε καὶ τοῖς πολεμίοις ὑποχείριος ἐγένετο, διαφέρουσα τῇ κατασκευῇ τῆς ναυπηγίας.
因此,在这一尝试的大部分地方,由于海水深邃,且投入的任何东西都根本无法固定或凝聚,他们毫无进展,反而投下的东西在下沉时立即被波浪和急流的力量冲走并驱散;但在某个有浅滩的地方,经过艰苦的努力,终于筑起了一道堤坝,其上一艘在夜间出航的四段舵船搁浅,落入敌人手中,这艘船的造船构造非常优异。
§1.47.6ἧς οἱ Ῥωμαῖοι κρατήσαντες καὶ πληρώματι καταρτίσαντες ἐπιλέκτῳ πάντας τοὺς εἰσπλέοντας, μάλιστα δὲ τὸν Ῥόδιον, ἐπετήρουν.
罗马人夺取该船后,配备了精选的船员进行整备,密切监视所有驶入港口的人,尤其是那位罗德岛人。
§1.47.7ὁ δὲ κατὰ τύχην εἰσπλεύσας νυκτὸς μετὰ ταῦτα πάλιν ἀνήγετο φανερῶς.
后来,他碰巧在夜间驶入,之后又公然出航。
θεωρῶν δʼ ἐκ καταβολῆς αὑτῷ τὴν τετρήρη συνεξορμήσασαν, γνοὺς τὴν ναῦν διετράπη.
他一出发就看到那艘四段舵船与他一同起航追击,认出该船后,便折返逃跑。
§1.47.8τὸ μὲν οὖν πρῶτον ὥρμησεν ὡς καταταχήσων· τῇ δὲ τοῦ πληρώματος παρασκευῇ καταλαμβανόμενος, τέλος ἐπιστρέψας ἠναγκάσθη συμβαλεῖν τοῖς πολεμίοις.
起初,他确实试图凭速度甩掉对方;但在对方船员的高超技术追击下,他最终被迫转身与敌作战。
§1.47.9καταπροτερούμενος δὲ τοῖς ἐπιβατικοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκλογὴν τῶν ἀνδρῶν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
由于对方登船兵在人数和精选程度上的绝对优势,他被制服并落入敌人手中。
§1.47.10οἱ δὲ Ῥωμαῖοι, κυριεύσαντες καὶ ταύτης τῆς νεὼς εὖ κατεσκευασμένης καὶ καταρτίσαντες αὐτὴν τοῖς πρὸς τὴν χρείαν, οὕτως ἐκώλυσαν τοὺς κατατολμῶντας καὶ πλέοντας εἰς τὸ Λιλύβαιον.
罗马人也占有了这艘构造优良的船,并配备了任务所需的一切装备,从而阻断了那些胆敢驶向莉莉贝乌姆的人。