Humanitext Reader

ポリュビオス · 歴史 §1.46.1-1.46.13

ロドス人ハンニバルによるリリュバイオン封鎖の突破

46 / 1311 箇所 · ギリシア語

要旨

ハンニバルが夜陰に乗じてドレパナへ脱出した後、ロドス人ハンニバルがローマ軍の厳重な海上封鎖をかいくぐってリリュバイオンへの往復に成功し、包囲された守備隊との連絡を維持する。

§1.46.1ὁ μὲν οὖν Ἀννίβας μετὰ τὴν χρείαν ταύτην ἐξέπλευσε νύκτωρ ἔτι μετὰ τῶν νεῶν λαθὼν τοὺς πολεμίους εἰς τὰ Δρέπανα πρὸς Ἀτάρβαν τὸν τῶν Καρχηδονίων στρατηγόν.
こうしてハンニバルは、この任務を果たしたのち、まだ夜のうちに諸船とともに敵に気づかれずに出港し、カルタゴの将軍アタルバスのもとへとドレパナへ向かった。
§1.46.2διὰ γὰρ τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὸ κάλλος τοῦ περὶ τὰ Δρέπανα λιμένος ἀεὶ μεγάλην ἐποιοῦντο σπουδὴν οἱ Καρχηδόνιοι περὶ τὴν φυλακὴν αὐτοῦ.
なぜなら、カルタゴ人たちは、その場所の好都合さとドレパナ周辺の港の素晴らしさのゆえに、常にその防衛に多大な熱意を注いでいたからである。
§1.46.3συμβαίνει δὲ τοῦ Λιλυβαίου τοῦτον ἀπέχειν τὸν τόπον ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια.
この場所は、リリュバイオンからおよそ百二十スタディオン離れている。
§1.46.4τοῖς δʼ ἐν τῇ Καρχηδόνι βουλομένοις μὲν εἰδέναι τὰ περὶ τὸ Λιλύβαιον, οὐ δυναμένοις δὲ διὰ τὸ τοὺς μὲν συγκεκλεῖσθαι τοὺς δὲ παραφυλάττεσθαι φιλοτίμως, ἐπηγγείλατό τις ἀνὴρ τῶν ἐνδόξων, Ἀννίβας ἐπικαλούμενος Ῥόδιος, εἰσπλεύσας εἰς τὸ Λιλύβαιον καὶ γενόμενος αὐτόπτης ἅπαντα διασαφήσειν.
ところで、カルタゴにいる人々は、リリュバイオンの状況を知りたいと望みながらも、一方の人々が閉じ込められ、他方の人々が厳重に監視されているためにそれができずにいたが、名高い男の一人で、ロドス島人と呼ばれるハンニバルが、リリュバイオンに入港して自ら目撃したうえで、すべてを報告すると買って出た。
§1.46.5οἱ δὲ τῆς ἐπαγγελίας μὲν ἀσμένως ἤκουσαν, οὐ μὴν ἐπίστευόν γε διὰ τὸ τῷ στόλῳ τοὺς Ῥωμαίους ἐπὶ τοῦ κατὰ τὸν εἴσπλουν στόματος ἐφορμεῖν.
彼らはこの申し出を喜んで聞いたものの、ローマ人が艦隊を率いて入港口のまさにその入り口に停泊して監視していたため、信じようとはしなかった。
§1.46.6ὁ δὲ καταρτίσας τὴν ἰδίαν ναῦν ἀνήχθη·
しかし彼は自分の船の準備を整えて出帆した。
καὶ διάρας εἴς τινα τῶν πρὸ τοῦ Λιλυβαίου κειμένων νήσων, τῇ κατὰ πόδας ἡμέρᾳ λαβὼν εὐκαίρως ἄνεμον οὔριον περὶ τετάρτην ὥραν ἁπάντων τῶν πολεμίων ὁρώντων καὶ καταπεπληγμένων τὴν τόλμαν εἰσέπλευσεν.
そしてリリュバイオンの手前に横たわる島々の一つへと渡り、その翌日に追い風をうまく捉えて、第四時頃、すべての敵が見守り、その大胆さに肝を潰すなか、入港した。
§1.46.7καὶ τὴν κατόπιν εὐθέως ἐγίνετο περὶ ἀναγωγήν.
そしてその翌日には、直ちに出港の準備にかかった。
§1.46.8ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς βουλόμενος ἐπιμελέστερον τὸν κατὰ τὸν εἴσπλουν τόπον τηρεῖν, ἐξηρτυκὼς ἐν τῇ νυκτὶ δέκα ναῦς τὰς ἄριστα πλεούσας, αὐτὸς μὲν ἐπὶ τοῦ λιμένος ἑστὼς ἐθεώρει τὸ συμβαῖνον, ὁμοίως δὲ καὶ πᾶν τὸ στρατόπεδον·
ローマの将軍は、入港口の場所をより入念に監視しようと考え、夜のうちに最も快速な十隻の船を艤装し、自らは港に立って事の推移を見守っており、同様に全軍も見守っていた。
§1.46.9αἱ δὲ νῆες τοῦ στόματος ἐξ ἀμφοῖν τοῖν μεροῖν, ἐφʼ ὅσον ἦν δυνατὸν ἔγγιστα τοῖς τενάγεσι προσάγειν, ἐπεῖχον ἐπτερωκυῖαι πρὸς τὴν ἐμβολὴν καὶ σύλληψιν τῆς ἐκπλεῖν μελλούσης νεώς.
諸船は、入り口の両側で、浅瀬にできる限り近づけるところまで近づき、出港しようとする船への体当たりと捕獲のために、いつでも漕ぎ出せるよう準備を整えて待機していた。
§1.46.10ὁ δὲ Ῥόδιος ἐκ τοῦ προφανοῦς τὴν ἀναγωγὴν ποιησάμενος οὕτως κατανέστη τῶν πολεμίων τῇ τε τόλμῃ καὶ τῷ ταχυναυτεῖν ὥστʼ οὐ μόνον ἄτρωτον ἐξέπλευσε τὴν ναῦν ἔχων καὶ τοὺς ἄνδρας, οἷον ἑστῶτα παραδραμὼν τὰ σκάφη τῶν ὑπεναντίων, §1.46.11ἀλλὰ καὶ βραχὺ προπλεύσας ἐπέστη πτερώσας τὴν ναῦν, ὡσανεὶ προκαλούμενος τοὺς πολεμίους.
しかしロドス人は、堂々と白昼に出港を行い、その大胆さと快速さによって敵を完全に圧倒したため、自らの船と乗組員を無傷で出港させたばかりか、敵の船があたかも静止しているかのようにその脇を走り抜け、さらに少し進んだところで船を停止させ、櫂を上げて構え、まるで敵を挑発するかのようにした。
§1.46.12οὐδενὸς δὲ τολμῶντος ἐπʼ αὐτὸν ἀντανάγεσθαι διὰ τὸ τάχος τῆς εἰρεσίας, ἀπέπλευσε καταναστὰς μιᾷ νηὶ παντὸς τοῦ τῶν ἐναντίων στόλου.
彼の漕ぎ足の速さのゆえに、誰一人として彼に対して出撃しようとあえてしなかったため、彼はたった一隻の船で敵の全艦隊を圧倒して去って行った。
§1.46.13καὶ τὸ λοιπὸν ἤδη πλεονάκις ποιῶν ταὐτὸ τοῦτο μεγάλην χρείαν παρείχετο, τοῖς μὲν Καρχηδονίοις ἀεὶ τὰ κατεπείγοντα διασαφῶν, τοὺς δὲ πολιορκουμένους εὐθαρσεῖς παρασκευάζων, τοὺς δὲ Ῥωμαίους
そしてその後は、すでに何度もこれと同じことを行うことによって多大な貢献をし、カルタゴ人には常に緊急の事態を報告し、包囲されている人々には勇気を与え、ローマ人たちを

語釈・文法注

  1. §1.46.4τοῖς δʼ ἐν τῇ Καρχηδόνι βουλομένοις μὲν εἰδέναι τὰ περὶ τὸ Λιλύβαιον, οὐ δυναμένοις δὲ διὰ τὸ τοὺς μὲν συγκεκλεῖσθαι τοὺς δὲ παραφυλάττεσθαι φιλοτίμως — 与格句 τοῖς... βουλομένοις... οὐ δυναμένοις δὲ は、主節の動詞 ἐπηγγείλατο の間接目的語(「〜に対して…が約束した」)です。続く διὰ τὸ τοὺς μὲν συγκεκλεῖσθαι... は「前置詞 διά +中性冠詞属格 τό +不定詞」の因果関係を表す構文で、対格の τοὺς μὲν と τοὺς δὲ はそれぞれの不定詞(受動態)の意味上の主語です。前者は市内の人々、後者は港の周囲の状況(または監視するローマ軍)を対比的に指しています。
  2. §1.46.9ἐπτερωκυῖαι — 動詞 πτερόω(羽を生やす、翼をつける)の完了活性分詞女性複数形で、ここでは海事の慣用的な表現です。船の櫂を翼のように外側へ水平に突き出し、号令ひとつですぐに漕ぎ出せるよう待機している状態を指します。
  3. §1.46.10οἷον ἑστῶτα παραδραμὼν τὰ σκάφη τῶν ὑπεναντίων — 副詞的に用いられる οἷον(あたかも〜のように)が完了分詞 ἑστῶτα(ἑστηκότα の縮約形、静止している)を修飾し、対格複数中性名詞である τὰ σκάφη(敵の船)の状態を表しています。敵の船が「まるで停泊・静止しているかのように」その傍らを快速で走り抜けた(παραδραμών)という、比喩的で躍動感のある描写です。
  4. §1.46.13τοὺς δὲ Ῥωμαίους — このチャンクのテキストは、対格の「ローマ人たちを(τοὺς δὲ Ῥωμαίους)」で途切れています。構文的には、前文の分詞節(διασαφῶν, παρασκευάζων)に対応する第三の分詞句(例:「当惑させながら」「驚かせながら」等の意味)の目的語ですが、文が不完全な形で終わっているため、翻訳でもその途切れた形を再現しています。

この箇所を引用する

ポリュビオス, 歴史 §1.46.1-1.46.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.46.1-1.46.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。