§1.40.1ὁ δὲ προεστὼς τῶν Καρχηδονίων Ἀσδρούβας, ὁρῶν ἀποδειλιῶντας τοὺς Ῥωμαίους ἐν ταῖς προγεγενημέναις παρατάξεσιν, πυθόμενος τὸν μὲν ἕνα τῶν στρατηγῶν μετὰ τῆς ἡμισείας δυνάμεως εἰς τὴν Ἰταλίαν ἀπηλλάχθαι, τὸν δὲ Καικίλιον ἐν τῷ Πανόρμῳ διατρίβειν τὸ λοιπὸν μέρος ἔχοντα τῆς στρατιᾶς, βουλόμενον ἐφεδρεῦσαι τοῖς τῶν συμμάχων καρποῖς ἀκμαζούσης τῆς συγκομιδῆς, §1.40.2ἀναλαβὼν ἐκ τοῦ Λιλυβαίου τὴν δύναμιν ὥρμησεν καὶ κατεστρατοπέδευσεν πρὸς τοῖς ὅροις τῆς χώρας τῆς Πανορμίτιδος.
カルタゴの指揮官ハスドルバルは、ローマ人が以前の会戦において恐怖を抱いているのを見て、また将軍のうち一人が軍勢の半分を率いてイタリアに去り、カエキリウスが軍の残りの部分を率いてパノルモスに滞在し、収穫の最盛期にあって同盟国の作物を保護しようと望んでいることを知ると、リリュバイオンから軍勢を率いて出発し、パノルモス領の境界の近くに陣を敷いた。
ὁ δὲ Καικίλιος, §1.40.3θεωρῶν αὐτὸν κατατεθαρρηκότα, καὶ σπουδάζων ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συνεῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν.
一方のカエキリウスは、彼が非常に大胆になっているのを見て、その突進を誘い出そうと努め、兵士たちを城門の内に留めておいた。
§1.40.4οἷς ἐπαιρόμενος Ἀσδρούβας, ὡς οὐ τολμῶντος ἀντεξιέναι τοῦ Καικιλίου, θρασέως ὁρμήσας παντὶ τῷ στρατεύματι κατῆρε διὰ τῶν στενῶν εἰς τὴν Πανορμῖτιν.
これに勢いづいたハスドルバルは、カエキリウスが敢えて打って出ようとはしないものと考え、全軍を率いて大胆に突進し、狭路を通ってパノルモス領へと下っていった。
§1.40.5φθείροντος δὲ τοὺς καρποὺς αὐτοῦ μέχρι τῆς πόλεως, ἔμενεν ἐπὶ τῆς ὑποκειμένης γνώμης ὁ Καικίλιος, ἕως αὐτὸν ἐξεκαλέσατο διαβῆναι τὸν πρὸ τῆς πόλεως ποταμόν.
彼が都市の至近にいたるまで作物を荒らし回っていた間も、カエキリウスは、彼が都市の手前にある川を渡るように仕向けるまで、あらかじめ決めていた方針を維持し続けた。
§1.40.6ἐπεὶ δὲ τὰ θηρία διεβίβασαν οἱ Καρχηδόνιοι καὶ τὴν δύναμιν, τὸ τηνικαῦτα δὲ τοὺς εὐζώνους ἐξαποστέλλων ἠρέθιζε, μέχρι πᾶν αὐτοὺς ἐκτάξαι τὸ στρατόπεδον ἠνάγκασε.
カルタゴ軍が象と軍勢を渡らせると、その時に軽装兵を派遣して彼らを挑発し、ついに彼らに全軍を整列させることを強いた。
§1.40.7συνθεασάμενος δὲ γινόμενον ὃ προέθετο, τινὰς μὲν τῶν εὐκινήτων πρὸ τοῦ τείχους καὶ τάφρου παρενέβαλε, προστάξας, ἂν ἐγγίζῃ τὰ θηρία πρὸς αὐτούς, χρῆσθαι τοῖς βέλεσιν ἀφθόνως,
自分の意図したことが実現するのを見ると、彼は軽快に動ける兵の一部を城壁と堀の前に配置し、もし象が彼らに近づいてきたら、惜しみなく投射兵器を使うよう命じた。
§1.40.8ὅταν δʼ ἐκπιέζωνται, καταφεύγειν εἰς τὴν τάφρον καὶ πάλιν ἐκ ταύτης ὁρμωμένους εἰσακοντίζειν εἰς τὰ προσπίπτοντα τῶν ζῴων·
また、押し返されたときには、堀へと退避し、再びそこから打って出て突進してくる獣たちに槍を投げつけるよう(命じた)。
§1.40.9τοῖς δʼ ἐκ τῆς ἀγορᾶς βαναύσοις φέρειν προσέταξε τὰ βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχους.
また、広場から連れてこられた職人たちには、投射兵器を運んできて、城壁の基礎に沿った外側に積み置くよう命じた。
§1.40.10αὐτὸς δὲ τὰς σημείας ἔχων ἐπὶ τῆς κατὰ τὸ λαιὸν κέρας τῶν ὑπεναντίων κειμένης πύλης ἐφεστήκει, πλείους ἀεὶ καὶ πλείους ἐπαποστέλλων τοῖς ἀκροβολιζομένοις.
彼自身は、部隊を率いて、敵の左翼に対向する城門のところに陣取り、小競り合いをしている者たちに絶えずさらなる増援を送り続けた。
§1.40.11ἅμα δὲ τῷ τούτων ὁλοσχερεστέραν γενέσθαι τὴν συμπλοκὴν ἀντιφιλοδοξοῦντες οἱ τῶν ἐλεφάντων ἐπιστάται πρὸς τὸν Ἀσδρούβαν καὶ βουλόμενοι διʼ αὑτῶν ποιῆσαι τὸ προτέρημα πάντες ὥρμησαν ἐπὶ τοὺς προκινδυνεύοντας·
これら(軽装兵)の戦闘がより本格的になると同時に、象の使い手たちは、ハスドルバルに対抗して名声を競い合い、自分たちの手で勝利を決定づけたいと望んで、全員で前線で戦う者たちに突撃した。
τρεψάμενοι δὲ τούτους ῥᾳδίως συνεδίωξαν εἰς τὴν τάφρον.
そして、彼らを容易に退散させ、堀まで追い詰めた。
§1.40.12προσπεσόντων δὲ τῶν θηρίων καὶ τιτρωσκομένων μὲν ὑπὸ τῶν ἐκ τοῦ τείχους τοξευόντων, συνακοντιζομένων δʼ ἐνεργοῖς καὶ πυκνοῖς τοῖς ὑσσοῖς καὶ τοῖς γρόσφοις ὑπʼ ἀκεραίων τῶν πρὸ τῆς τάφρου διατεταγμένων,
しかし、獣たちが突進してきたとき、彼らは城壁から射撃する者たちによって負傷させられ、また堀の前に整列していた無傷の部隊によって、大投げ槍や軽投げ槍が激しく絶え間なく投げつけられた。
§1.40.13συμβελῆ γινόμενα καὶ κατατραυματιζόμενα ταχέως διεταράχθη καὶ στραφέντα κατὰ τῶν ἰδίων ἐφέρετο, τοὺς μὲν ἄνδρας καταπατοῦντα καὶ διαφθείροντα, τὰς δὲ τάξεις συγχέοντα καὶ κατασπῶντα τὰς αὑτῶν.
無数の飛び道具にさらされ、ひどく傷を負うと、すぐさま混乱に陥り、反転して味方の方へと突進し、兵士たちを踏みつぶして殺戮し、味方の戦列を混乱させ、踏み荒らした。
§1.40.14ἃ καὶ κατιδὼν ὁ Καικίλιος ἐξῆγε τὴν δύναμιν ἐνεργῶς·
これを目撃したカエキリウスは、自軍を精力的に出撃させた。
καὶ συμπεσὼν ἐκ πλαγίου κατὰ κέρας τεταραγμένοις τοῖς πολεμίοις ἀκεραίους ἔχων καὶ συντεταγμένους τροπὴν ἐποίει τῶν ὑπεναντίων ἰσχυρὰν καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φεύγειν προτροπάδην.
そして、混乱した敵の側面に、無傷で隊列を整えた自軍を率いて襲いかかり、敵を激しく潰走させ、その多くを殺害し、残りを一目散に逃走させた。
§1.40.15θηρία δὲ σὺν αὐτοῖς μὲν Ἰνδοῖς ἔλαβε δέκα, τῶν δὲ λοιπῶν τοὺς Ἰνδοὺς ἀπερριφότων μετὰ τὴν μάχην περιελασάμενος ἐκυρίευσε πάντων.
彼は象について、インド人の御者が乗ったままの10頭を捕らえ、残りの象についても、戦闘後に彼らがインド人の御者を振り落とした後、それらを取り囲んで、すべてを捕獲した。
§1.40.16ταῦτα δʼ ἐπιτελεσάμενος ὁμολογουμένως αἴτιος ἐδόκει γεγονέναι τοῖς Ῥωμαίων πράγμασι τοῦ πάλιν ἀναθαρρῆσαι τὰς πεζικὰς δυνάμεις καὶ κρατῆσαι τῶν ὑπαίθρων.
これらの偉業を成し遂げたことによって、彼はローマの国運に対して、陸上部隊が再び自信を取り戻し、野戦の主導権を握るきっかけを作った張本人であると、誰もが認めるところとなった。