§1.39.1ἀπολιπόντες φυλακὴν τῆς πόλεως.
都市の守備隊を残して。
μετὰ δὲ ταῦτα τῆς θερείας ἐπιγενομένης οἱ κατασταθέντες ἄρχοντες Γνάιος Σερουίλιος καὶ Γάιος Σεμπρώνιος ἀνέπλευσαν παντὶ τῷ στόλῳ καὶ διάραντες εἰς τὴν Σικελίαν ἀφώρμησαν ἐντεῦθεν εἰς τὴν Λιβύην.
この後、夏が到来すると、任命された執政官グナエウス・セルウィリウスとガイウス・センプロニウスは全艦隊を率いて出帆し、シキリアに渡ると、そこからリビュアへと出発した。
§1.39.2κομιζόμενοι δὲ παρὰ τὴν χώραν ἐποιοῦντο καὶ πλείστας ἀποβάσεις.
彼らはその沿岸を航行しながら、数多くの強行着陸を行った。
ἐν αἷς οὐδὲν ἀξιόλογον πράττοντες παρεγίνοντο πρὸς τὴν τῶν Λωτοφάγων νῆσον, ἣ καλεῖται μὲν Μῆνιγξ, οὐ μακρὰν δʼ ἀπέχει τῆς μικρᾶς Σύρτεως.
それらの作戦で目ぼしい成果を上げることもなく、彼らはロトパゴイの島へと到着した。 そこはメニンクスと呼ばれ、小シルティスからそう遠くないところにある。
§1.39.3ἐν ᾗ προσπεσόντες εἴς τινα βράχεα διὰ τὴν ἀπειρίαν, γενομένης ἀμπώτεως καὶ καθισάντων τῶν πλοίων εἰς πᾶσαν ἦλθον ἀπορίαν.
その島で、彼らは不慣れであったためにいくつかの暗礁に座礁し、潮が引いて船が底をつくと、完全に途方に暮れる状況に陥った。
§1.39.4οὐ μὴν ἀλλὰ πάλιν ἀνελπίστως μετά τινα χρόνον ἐπενεχθείσης τῆς θαλάττης, ἐκρίψαντες ἐκ τῶν πλοίων πάντα τὰ βάρη μόλις ἐκούφισαν τὰς ναῦς.
しかし、しばらくして思いがけず再び潮が満ちてくると、彼らは船からすべての重荷を投げ捨てて、辛うじて船を軽くした。
§1.39.5οὗ γενομένου φυγῇ παραπλήσιον ἐποιήσαντο τὸν ἀπόπλουν.
これが起こると、彼らは退却にも等しい撤退を行った。
ἁψάμενοι δὲ τῆς Σικελίας καὶ κάμψαντες τὸ Λιλύβαιον καθωρμίσθησαν εἰς Πάνορμον.
シキリアに到達し、リリュバイオンを回り込んで、彼らはパノルモスに入港した。
§1.39.6ἐντεῦθεν δὲ ποιούμενοι παραβόλως καὶ διὰ πόρου τὸν πλοῦν εἰς τὴν Ῥώμην πάλιν περιέπεσον χειμῶνι τηλικούτῳ τὸ μέγεθος ὥστε πλείω τῶν ἑκατὸν καὶ πεντήκοντα πλοίων ἀποβαλεῖν.
そこから、ローマに向けて危険を冒して外海を通る航海をしていたところ、再び、150隻以上の船を失うほどの、極めて激しい嵐に遭遇した。
οἱ δʼ ἐν τῇ Ῥώμῃ τούτων συμβάντων, §1.39.7καίπερ ὄντες ἐν παντὶ φιλότιμοι διαφερόντως, ὅμως τότε διὰ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων τοῦ μὲν ἔτι στόλον ἁθροίζειν ἀναγκασθέντες ὑπὸ τῶν πραγμάτων ἀπέστησαν,
ローマの人々は、これらのことが起こると、あらゆる面で際立って名誉を重んじる人々であったにもかかわらず、この時は、度重なる災害の規模と多さのゆえに、状況に強制されて、これ以上艦隊を編成することを断念した。
§1.39.8ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι τὰς ὑπολοίπους ἔχοντες ἐλπίδας, τοὺς μὲν στρατηγοὺς ἀπέστελλον Λεύκιον Καικίλιον καὶ Γάιον Φούριον καὶ στρατόπεδα μετὰ τούτων εἰς τὴν Σικελίαν, ἑξήκοντα δὲ μόνον ἐπλήρωσαν ναῦς χάριν τοῦ τὰς ἀγορὰς κομίζειν τοῖς στρατοπέδοις.
そして、陸上部隊に最後の望みを託し、将軍ルキウス・カエキリウスとガイウス・フリウスを軍勢とともにシキリアへ派遣し、軍勢に食糧を運ぶためだけに、わずか60隻の船のみを艤装した。
§1.39.9ἐκ δὲ τῶν εἰρημένων περιπετειῶν συνέβη πάλιν ἐπικυδέστερα γενέσθαι τὰ τῶν Καρχηδονίων πράγματα.
上述の災難の結果として、カルタゴ側の形勢が再びきわめて有利になることとなった。
§1.39.10τῆς μὲν γὰρ θαλάττης ἀδεῶς ἐπεκράτουν ἐκκεχωρηκότων τῶν Ῥωμαίων, ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι μεγάλας εἶχον ἐλπίδας.
ローマ人が撤退したため、彼らは海を恐れることなく支配し、陸上部隊に対しても大きな希望を抱いていたからである。
§1.39.11καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως·
彼らがそう感じたのには理由があった。
οἱ γὰρ Ῥωμαῖοι, διαδοθείσης φήμης περὶ τῆς ἐν τῇ Λιβύῃ μάχης ὅτι τὰ θηρία τάς τε τάξεις αὐτῶν διασπάσαι καὶ τοὺς πλείστους διαφθείραι τῶν ἀνδρῶν, §1.39.12οὕτως ἦσαν κατάφοβοι τοὺς ἐλέφαντας ὡς ἐπὶ δύʼ ἐνιαυτοὺς τοὺς ἑξῆς τῶν προειρημένων καιρῶν πολλάκις μὲν ἐν τῇ Λιλυβαιίτιδι χώρᾳ, πολλάκις δʼ ἐν τῇ Σελινουντίᾳ παραταττόμενοι τοῖς πολεμίοις ἐν ἓξ καὶ πέντε σταδίοις οὐκ ἐθάρρησαν οὐδέποτε κατάρξαι τῆς μάχης οὐδʼ εἰς τοὺς ὁμαλοὺς καθόλου συγκαταβῆναι τόπους, δεδιότες τὴν τῶν ἐλεφάντων ἔφοδον.
というのもローマ人は、リビュアでの戦いについての噂、すなわち象が彼らの戦列を打ち砕き、兵士の大部分を殺戮したという噂が広まったため、象をあまりにも恐れるようになり、上述の時期に続く2年間にわたって、リリュバイオン地方やセリヌス地方で、敵からしばしばわずか5、6スタディオンの距離に対峙しながらも、象の突撃を恐れて、決して戦闘を開始する勇気を持てず、平地に下りていくことすら全くしなかったからである。
§1.39.13Θέρμαν δὲ μόνον καὶ Λιπάραν ἐξεπολιόρκησαν ἐν τούτοις τοῖς καιροῖς, ἀντεχόμενοι τῶν ὀρεινῶν καὶ δυσδιαβάτων τόπων.
この時期、彼らは山がちで通行困難な場所にしがみつきながら、テルマエとリパラのみを包囲攻撃して奪取した。
§1.39.14διὸ καὶ θεωροῦντες οἱ Ῥωμαῖοι τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις πτοίαν καὶ δυσελπιστίαν αὖθις ἔγνωσαν ἐκ μεταμελείας ἀντιλαμβάνεσθαι τῆς θαλάττης.
それゆえに、ローマ人は陸上部隊における恐怖と失望を見て、再び考えを改め、海上の支配を取り戻すことを決意した。
§1.39.15καὶ καταστήσαντες στρατηγοὺς Γάιον Ἀτίλιον καὶ Λεύκιον Μάλιον ναυπηγοῦνται πεντήκοντα σκάφη καὶ κατέγραφον καὶ συνήθροιζον στόλον ἐνεργῶς.
そして、将軍ガイウス・アティリウスとルキウス・マンリウスを任命すると、50隻の船を建造し、精力的に兵を徴募して艦隊を組織した。