§1.40.1ὁ δὲ προεστὼς τῶν Καρχηδονίων Ἀσδρούβας, ὁρῶν ἀποδειλιῶντας τοὺς Ῥωμαίους ἐν ταῖς προγεγενημέναις παρατάξεσιν, πυθόμενος τὸν μὲν ἕνα τῶν στρατηγῶν μετὰ τῆς ἡμισείας δυνάμεως εἰς τὴν Ἰταλίαν ἀπηλλάχθαι, τὸν δὲ Καικίλιον ἐν τῷ Πανόρμῳ διατρίβειν τὸ λοιπὸν μέρος ἔχοντα τῆς στρατιᾶς, βουλόμενον ἐφεδρεῦσαι τοῖς τῶν συμμάχων καρποῖς ἀκμαζούσης τῆς συγκομιδῆς, §1.40.2ἀναλαβὼν ἐκ τοῦ Λιλυβαίου τὴν δύναμιν ὥρμησεν καὶ κατεστρατοπέδευσεν πρὸς τοῖς ὅροις τῆς χώρας τῆς Πανορμίτιδος.
迦太基的指挥官哈斯德鲁巴,看到罗马人在先前的交战中面露惧色,又获悉其中一位将领已率领半数军队返回意大利,而凯基利乌斯则率领其余军力留在巴诺穆斯,希望在收割最盛期保护盟友的庄稼,便率军从利利俾出发,在巴诺穆斯领地的边界附近安营扎寨。
ὁ δὲ Καικίλιος, §1.40.3θεωρῶν αὐτὸν κατατεθαρρηκότα, καὶ σπουδάζων ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συνεῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν.
而凯基利乌斯,看到他信心大增,并急于引诱其发起进攻,便将士兵们留在城门之内。
§1.40.4οἷς ἐπαιρόμενος Ἀσδρούβας, ὡς οὐ τολμῶντος ἀντεξιέναι τοῦ Καικιλίου, θρασέως ὁρμήσας παντὶ τῷ στρατεύματι κατῆρε διὰ τῶν στενῶν εἰς τὴν Πανορμῖτιν.
哈斯德鲁巴因此大受鼓舞,以为凯基利乌斯不敢出城迎战,便率领全军大胆进发,穿过山口下到巴诺穆斯地区。
§1.40.5φθείροντος δὲ τοὺς καρποὺς αὐτοῦ μέχρι τῆς πόλεως, ἔμενεν ἐπὶ τῆς ὑποκειμένης γνώμης ὁ Καικίλιος, ἕως αὐτὸν ἐξεκαλέσατο διαβῆναι τὸν πρὸ τῆς πόλεως ποταμόν.
当他在城下肆意破坏庄稼时,凯基利乌斯仍坚持预定的计划,直到引诱他渡过城前的河流。
§1.40.6ἐπεὶ δὲ τὰ θηρία διεβίβασαν οἱ Καρχηδόνιοι καὶ τὴν δύναμιν, τὸ τηνικαῦτα δὲ τοὺς εὐζώνους ἐξαποστέλλων ἠρέθιζε, μέχρι πᾶν αὐτοὺς ἐκτάξαι τὸ στρατόπεδον ἠνάγκασε.
当迦太基人将战象和军队渡过河后,他便派出轻装步兵去骚扰他们,直到迫使他们将全军排开阵势。
§1.40.7συνθεασάμενος δὲ γινόμενον ὃ προέθετο, τινὰς μὲν τῶν εὐκινήτων πρὸ τοῦ τείχους καὶ τάφρου παρενέβαλε, προστάξας, ἂν ἐγγίζῃ τὰ θηρία πρὸς αὐτούς, χρῆσθαι τοῖς βέλεσιν ἀφθόνως, §1.40.8ὅταν δʼ ἐκπιέζωνται, καταφεύγειν εἰς τὴν τάφρον καὶ πάλιν ἐκ ταύτης ὁρμωμένους εἰσακοντίζειν εἰς τὰ προσπίπτοντα τῶν ζῴων· §1.40.9τοῖς δʼ ἐκ τῆς ἀγορᾶς βαναύσοις φέρειν προσέταξε τὰ βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχους.
见自己的意图得以实现,他便在城墙和战壕前部署了一些行动敏捷的轻兵,并命令他们,如果战象逼近,就尽情使用投射武器,而当被击退时,则退入战壕,再从战壕中发起冲锋,向冲过来的野兽投掷标枪;他还命令市场上的工匠们运送投射武器,并将它们堆放在城墙基座的外侧。
§1.40.10αὐτὸς δὲ τὰς σημείας ἔχων ἐπὶ τῆς κατὰ τὸ λαιὸν κέρας τῶν ὑπεναντίων κειμένης πύλης ἐφεστήκει, πλείους ἀεὶ καὶ πλείους ἐπαποστέλλων τοῖς ἀκροβολιζομένοις.
他自己则率领各个支队,驻守在对着敌人左翼的城门处,不断向参与前哨战的士兵派遣越来越多的援军。
§1.40.11ἅμα δὲ τῷ τούτων ὁλοσχερεστέραν γενέσθαι τὴν συμπλοκὴν ἀντιφιλοδοξοῦντες οἱ τῶν ἐλεφάντων ἐπιστάται πρὸς τὸν Ἀσδρούβαν καὶ βουλόμενοι διʼ αὑτῶν ποιῆσαι τὸ προτέρημα πάντες ὥρμησαν ἐπὶ τοὺς προκινδυνεύοντας· τρεψάμενοι δὲ τούτους ῥᾳδίως συνεδίωξαν εἰς τὴν τάφρον.
随着这边的交战变得更加激烈,战象的驭手们为了向哈斯德鲁巴争夺荣耀,并希望由他们自己奠定胜局,全部向在前线交战的士兵发起冲锋;在轻易击溃他们之后,又将他们逼入了战壕。
§1.40.12προσπεσόντων δὲ τῶν θηρίων καὶ τιτρωσκομένων μὲν ὑπὸ τῶν ἐκ τοῦ τείχους τοξευόντων, συνακοντιζομένων δʼ ἐνεργοῖς καὶ πυκνοῖς τοῖς ὑσσοῖς καὶ τοῖς γρόσφοις ὑπʼ ἀκεραίων τῶν πρὸ τῆς τάφρου διατεταγμένων, §1.40.13συμβελῆ γινόμενα καὶ κατατραυματιζόμενα ταχέως διεταράχθη καὶ στραφέντα κατὰ τῶν ἰδίων ἐφέρετο, τοὺς μὲν ἄνδρας καταπατοῦντα καὶ διαφθείροντα, τὰς δὲ τάξεις συγχέοντα καὶ κατασπῶντα τὰς αὑτῶν.
但当这些野兽冲上前来时,它们一方面受到城墙上射击者的杀伤,另一方面也遭到部署在战壕前、建制完好的部队用密集而猛烈的标枪和轻箭不断射击,它们四面中箭、伤势严重,很快陷入混乱,并转身向自己人冲去,践踏并杀戮士兵,同时冲散并踩垮了自己的阵列。
§1.40.14ἃ καὶ κατιδὼν ὁ Καικίλιος ἐξῆγε τὴν δύναμιν ἐνεργῶς· καὶ συμπεσὼν ἐκ πλαγίου κατὰ κέρας τεταραγμένοις τοῖς πολεμίοις ἀκεραίους ἔχων καὶ συντεταγμένους τροπὴν ἐποίει τῶν ὑπεναντίων ἰσχυρὰν καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φεύγειν προτροπάδην.
凯基利乌斯见城中情景,迅速率军出击;他以建制完好、严阵以待的军队从侧翼袭击了已经陷入混乱的敌军,使敌人彻底崩溃,杀死了他们中的许多人,并迫使其余的人狼狈逃窜。
§1.40.15θηρία δὲ σὺν αὐτοῖς μὲν Ἰνδοῖς ἔλαβε δέκα, τῶν δὲ λοιπῶν τοὺς Ἰνδοὺς ἀπερριφότων μετὰ τὴν μάχην περιελασάμενος ἐκυρίευσε πάντων.
他俘获了十头连同其印度驭手在内的战象,至于其余的战象,由于在战斗后甩掉了印度驭手,他便派人将它们围拢并全部捕获。
§1.40.16ταῦτα δʼ ἐπιτελεσάμενος ὁμολογουμένως αἴτιος ἐδόκει γεγονέναι τοῖς Ῥωμαίων πράγμασι τοῦ πάλιν ἀναθαρρῆσαι τὰς πεζικὰς δυνάμεις καὶ κρατῆσαι τῶν ὑπαίθρων.
毫无疑问,在完成这些成就之后,他被公认为使罗马陆军重新恢复信心并夺回野外控制权的关键人物。