§1.38.1οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθόρον τοῦ τῶν Ῥωμαίων στόλου καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως σφᾶς εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν Ῥωμαίων περιπέτειαν, ὥρμησαν προθυμότερον ἐπί τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς.
οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθόρον τοῦ τῶν Ῥωμαίων στόλου καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως σφᾶς εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν Ῥωμαίων περιπέτειαν, ὥρμησαν προθυμότερον ἐπί τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς. カルタゴ人たちは、ローマ艦隊に起こった破滅を知り、陸上においては以前の勝利のゆえに、海上においては上述のローマ人の惨事のゆえに、自分たちには十分な力があると考えて、海上および陸上の軍備により熱心に取りかかった。
§1.38.2καὶ τὸν μὲν Ἀσδρούβαν εὐθὺς ἐξαπέστελλον εἰς τὴν Σικελίαν, δόντες αὐτῷ τούς τε προϋπάρχοντας καὶ τοὺς ἐκ τῆς Ἡρακλείας παραγεγονότας στρατιώτας, ἅμα δὲ τούτοις ἐλέφαντας ἑκατὸν καὶ τετταράκοντα.
καὶ τὸν μὲν Ἀσδρούβαν εὐθὺς ἐξαπέστελλον εἰς τὴν Σικελίαν, δόντες αὐτῷ τούς τε προϋπάρχοντας καὶ τοὺς ἐκ τῆς Ἡρακλείας παραγεγονότας στρατιώτας, ἅμα δὲ τούτοις ἐλέφαντας ἑκατὸν καὶ τετταράκοντα. そして、ただちにハスドルバルをシキリアに派遣し、彼に既存の兵士たちとヘラクレイアから到着した兵士たちを与え、さらにこれらとともに140頭の象を授けた。
§1.38.3τοῦτον δʼ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον.
τοῦτον δʼ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον. 彼を送り出した後、彼らは200隻の船を建造し、その他航海に必要な準備を整えた。
§1.38.4ὁ δʼ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά τε θηρία καὶ τὰς δυνάμεις ἐγύμναζεν καὶ δῆλος ἦν ἀντιποιησόμενος τῶν ὑπαίθρων.
ὁ δʼ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά τε θηρία καὶ τὰς δυνάμεις ἐγύμναζεν καὶ δῆλος ἦν ἀντιποιησόμενος τῶν ὑπαίθρων. ハスドルバルは無事にリリュバイオンに渡ると、象と軍勢を訓練し、野戦で争う意志を明らかにした。
§1.38.5Ῥωμαῖοι δὲ τῶν ἐκ τῆς ναυαγίας ἀνακομισθέντων διακούσαντες τὸ κατὰ μέρος βαρέως μὲν ἤνεγκαν τὸ γεγονός· οὐ βουλόμενοι δὲ καθάπαξ εἴκειν, αὖθις ἔγνωσαν ἐκ δρυόχων εἴκοσι καὶ διακόσια ναυπηγεῖσθαι σκάφη.
Ῥωμαῖοι δὲ τῶν ἐκ τῆς ναυαγίας ἀνακομισθέντων διακούσαντες τὸ κατὰ μέρος βαρέως μὲν ἤνεγκαν τὸ γεγονός· οὐ βουλόμενοι δὲ καθάπαξ εἴκειν, αὖθις ἔγνωσαν ἐκ δρυόχων εἴκοσι καὶ διακόσια ναυπηγεῖσθαι σκάφη. 一方ローマ人は、難破から帰還した者たちから詳細を聞いて、起こった出来事を重く受け止めたが、完全に屈服することを望まず、再び新規に220隻の船を建造することを決意した。
§1.38.6τούτων δὲ τὴν συντέλειαν ἐν τριμήνῳ λαβόντων, ὅπερ οὐδὲ πιστεῦσαι ῥᾴδιον, εὐθέως οἱ κατασταθέντες ἄρχοντες Αὖλος Ἀτίλιος καὶ Γνάιος Κορνήλιος καταρτίσαντες τὸν στόλον ἀνήχθησαν,
τούτων δὲ τὴν συντέλειαν ἐν τριμήνῳ λαβόντων, ὅπερ οὐδὲ πιστεῦσαι ῥᾴδιον, εὐθέως οἱ κατασταθέντες ἄρχοντες Αὖλος Ἀτίλιος καὶ Γνάιος Κορνήλιος καταρτίσαντες τὸν στόλον ἀνήχθησαν, これらが3ヶ月で完成したとき(これは信じることさえ容易ではないが)、ただちに任命された執政官アウルス・アティリウスとグナエウス・コルネリウスは、艦隊を艤装して出帆した。
§1.38.7καὶ πλεύσαντες διὰ πορθμοῦ προσέλαβον ἐκ τῆς Μεσσήνης τὰ διασωθέντα τῶν πλοίων ἐκ τῆς ναυαγίας καὶ κατάραντες εἰς Πάνορμον τῆς Σικελίας τριακοσίαις ναυσίν, ἥπερ ἦν βαρυτάτη πόλις τῆς Καρχηδονίων ἐπαρχίας, ἐνεχείρησαν αὐτὴν πολιορκεῖν.
καὶ πλεύσαντες διὰ πορθμοῦ προσέλαβον ἐκ τῆς Μεσσήνης τὰ διασωθέντα τῶν πλοίων ἐκ τῆς ναυαγίας καὶ κατάραντες εἰς Πάνορμον τῆς Σικελίας τριακοσίαις ναυσίν, ἥπερ ἦν βαρυτάτη πόλις τῆς Καρχηδονίων ἐπαρχίας, ἐνεχείρησαν αὐτὴν πολιορκεῖν. そして海峡を航行して、メッセネから難破から救われた船を加え、300隻の船でシキリアのパノルモスに入港した。 そこはカルタゴ領の中で最も重要な都市であったが、彼らはそこを包囲攻撃することに着手した。
§1.38.8συστησάμενοι δὲ κατὰ διττοὺς τόπους ἔργα καὶ τἄλλα παρασκευασάμενοι προσήγαγον τὰς μηχανάς.
συστησάμενοι δὲ κατὰ διττοὺς τόπους ἔργα καὶ τἄλλα παρασκευασάμενοι προσήγαγον τὰς μηχανάς. 彼らは二つの場所に攻囲土塁を構築し、その他の準備を整えて、攻城兵器を近づけた。
§1.38.9ῥᾳδίως δὲ τοῦ παρὰ θάλατταν πύργου πεσόντος, καὶ βιασαμένων ταύτῃ τῶν στρατιωτῶν, ἡ μὲν καλουμένη Νέα πόλις ἑαλώκει κατὰ κράτος·
ῥᾳδίως δὲ τοῦ παρὰ θάλατταν πύργου πεσόντος, καὶ βιασαμένων ταύτῃ τῶν στρατιωτῶν, ἡ μὲν καλουμένη Νέα πόλις ἑαλώκει κατὰ κράτος· ἡ δὲ Παλαιὰ προσαγορευομένη τούτου συμβάντος ἐκινδύνευσεν. διὸ καὶ ταχέως ἐνέδωκαν αὐτὴν οἱ κατοικοῦντες. 海辺の塔が容易に崩壊し、兵士たちがそこから力づくで突入すると、いわゆる「新市街」は力攻めによって陥落した。
ἡ δὲ Παλαιὰ προσαγορευομένη τούτου συμβάντος ἐκινδύνευσεν. διὸ καὶ ταχέως ἐνέδωκαν αὐτὴν οἱ κατοικοῦντες.
このことが起こったため、「旧市街」と呼ばれる部分も危険に晒され、それゆえ住人たちは速やかにそこを明け渡した。
§1.38.10γενόμενοι δʼ ἐγκρατεῖς οὗτοι μὲν ἀπέπλευσαν εἰς τὴν Ῥώμην,
γενόμενοι δʼ ἐγκρατεῖς οὗτοι μὲν ἀπέπλευσαν εἰς τὴν Ῥώμην, これらを手中に収めると、彼らはローマへと出帆した、