§1.39.1ἀπολιπόντες φυλακὴν τῆς πόλεως.
留下一支守备队防守该城。
μετὰ δὲ ταῦτα τῆς θερείας ἐπιγενομένης οἱ κατασταθέντες ἄρχοντες Γνάιος Σερουίλιος καὶ Γάιος Σεμπρώνιος ἀνέπλευσαν παντὶ τῷ στόλῳ καὶ διάραντες εἰς τὴν Σικελίαν ἀφώρμησαν ἐντεῦθεν εἰς τὴν Λιβύην.
此后,夏季到来,新任命的执政官格奈乌斯·塞维里乌斯和盖乌斯·塞姆普罗尼乌斯率领全部舰队启航,渡海抵达西西里,并从那里出发前往利比亚。
§1.39.2κομιζόμενοι δὲ παρὰ τὴν χώραν ἐποιοῦντο καὶ πλείστας ἀποβάσεις. ἐν αἷς οὐδὲν ἀξιόλογον πράττοντες παρεγίνοντο πρὸς τὴν τῶν Λωτοφάγων νῆσον, ἣ καλεῖται μὲν Μῆνιγξ, οὐ μακρὰν δʼ ἀπέχει τῆς μικρᾶς Σύρτεως.
他们沿海岸航行并多次登岸,其间未取得任何值得一提的战果,便抵达了食莲人的岛屿。 该岛被称为梅宁克斯,距离小叙尔特斯不远。
§1.39.3ἐν ᾗ προσπεσόντες εἴς τινα βράχεα διὰ τὴν ἀπειρίαν, γενομένης ἀμπώτεως καὶ καθισάντων τῶν πλοίων εἰς πᾶσαν ἦλθον ἀπορίαν.
在那里,他们由于缺乏经验而在一些浅滩上搁浅,当潮水退去、船只着底时,他们陷入了极度的困境。
§1.39.4οὐ μὴν ἀλλὰ πάλιν ἀνελπίστως μετά τινα χρόνον ἐπενεχθείσης τῆς θαλάττης, ἐκρίψαντες ἐκ τῶν πλοίων πάντα τὰ βάρη μόλις ἐκούφισαν τὰς ναῦς.
尽管如此,过了一段时间,当海水出乎意料地再次涨潮时,他们将船上的所有重物抛入海中,才勉强减轻了船只的负荷。
§1.39.5οὗ γενομένου φυγῇ παραπλήσιον ἐποιήσαντο τὸν ἀπόπλουν.
此事发生后,他们的撤退几乎等同于逃跑。
ἁψάμενοι δὲ τῆς Σικελίας καὶ κάμψαντες τὸ Λιλύβαιον καθωρμίσθησαν εἰς Πάνορμον.
他们抵达西西里,绕过利利俾,在巴诺穆斯抛锚停泊。
§1.39.6ἐντεῦθεν δὲ ποιούμενοι παραβόλως καὶ διὰ πόρου τὸν πλοῦν εἰς τὴν Ῥώμην πάλιν περιέπεσον χειμῶνι τηλικούτῳ τὸ μέγεθος ὥστε πλείω τῶν ἑκατὸν καὶ πεντήκοντα πλοίων ἀποβαλεῖν.
从那里出发,他们冒险越过外海驶往罗马,中途再次遭遇了一场极其严重的风暴,以至于损失了一百五十多艘船只。
οἱ δʼ ἐν τῇ Ῥώμῃ τούτων συμβάντων, §1.39.7καίπερ ὄντες ἐν παντὶ φιλότιμοι διαφερόντως, ὅμως τότε διὰ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων τοῦ μὲν ἔτι στόλον ἁθροίζειν ἀναγκασθέντες ὑπὸ τῶν πραγμάτων ἀπέστησαν, §1.39.8ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι τὰς ὑπολοίπους ἔχοντες ἐλπίδας, τοὺς μὲν στρατηγοὺς ἀπέστελλον Λεύκιον Καικίλιον καὶ Γάιον Φούριον καὶ στρατόπεδα μετὰ τούτων εἰς τὴν Σικελίαν, ἑξήκοντα δὲ μόνον ἐπλήρωσαν ναῦς χάριν τοῦ τὰς ἀγορὰς κομίζειν τοῖς στρατοπέδοις.
罗马的人们在这些事情发生时,尽管他们在所有事情上都极其好胜,然而此时由于灾难的重大和频繁,被迫屈服于现实,放弃了继续集结舰队的打算,而将剩余的希望寄托在陆军力量上,派遣将领卢基乌斯·凯基利乌斯和盖乌斯·富里乌斯及其军队前往西西里,并且仅装备了六十艘船,专用于为军队运送补给。
§1.39.9ἐκ δὲ τῶν εἰρημένων περιπετειῶν συνέβη πάλιν ἐπικυδέστερα γενέσθαι τὰ τῶν Καρχηδονίων πράγματα.
由于上述种种灾难,迦太基人的形势再次变得极为有利。
§1.39.10τῆς μὲν γὰρ θαλάττης ἀδεῶς ἐπεκράτουν ἐκκεχωρηκότων τῶν Ῥωμαίων, ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι μεγάλας εἶχον ἐλπίδας.
因为由于罗马人的退出,他们得以无所顾虑地支配海洋,并且对自己的陆军力量抱有极大的希望。
§1.39.11καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως·
他们产生这种想法并非没有道理。
οἱ γὰρ Ῥωμαῖοι, διαδοθείσης φήμης περὶ τῆς ἐν τῇ Λιβύῃ μάχης ὅτι τὰ θηρία τάς τε τάξεις αὐτῶν διασπάσαι καὶ τοὺς πλείστους διαφθείραι τῶν ἀνδρῶν, §1.39.12οὕτως ἦσαν κατάφοβοι τοὺς ἐλέφαντας ὡς ἐπὶ δύʼ ἐνιαυτοὺς τοὺς ἑξῆς τῶν προειρημένων καιρῶν πολλάκις μὲν ἐν τῇ Λιλυβαιίτιδι χώρᾳ, πολλάκις δʼ ἐν τῇ Σελινουντίᾳ παραταττόμενοι τοῖς πολεμίοις ἐν ἓξ καὶ πέντε σταδίοις οὐκ ἐθάρρησαν οὐδέποτε κατάρξαι τῆς μάχης οὐδʼ εἰς τοὺς ὁμαλοὺς καθόλου συγκαταβῆναι τόπους, δεδιότες τὴν τῶν ἐλεφάντων ἔφοδον.
因为罗马人,由于关于利比亚战役的传闻传开,即战象冲散了他们的阵列并消灭了大部分士兵,对战象感到如此恐惧,以至于在上述时期过后的连续两年里,他们虽然多次在利利俾地区或塞利努斯地区与敌军列阵对峙,相距仅有五六个斯塔德,但由于害怕战象的冲击,他们从未敢于发起战斗,也根本不敢下到平坦的地面上。
§1.39.13Θέρμαν δὲ μόνον καὶ Λιπάραν ἐξεπολιόρκησαν ἐν τούτοις τοῖς καιροῖς, ἀντεχόμενοι τῶν ὀρεινῶν καὶ δυσδιαβάτων τόπων.
在这段时期内,他们紧紧依附于山地和难以通行的地带,仅围攻并占领了德尔迈和里帕拉。
§1.39.14διὸ καὶ θεωροῦντες οἱ Ῥωμαῖοι τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις πτοίαν καὶ δυσελπιστίαν αὖθις ἔγνωσαν ἐκ μεταμελείας ἀντιλαμβάνεσθαι τῆς θαλάττης.
因此,罗马人看到陆军部中的恐慌与失望,便再次改变主意,决定重新染指海洋。
§1.39.15καὶ καταστήσαντες στρατηγοὺς Γάιον Ἀτίλιον καὶ Λεύκιον Μάλιον ναυπηγοῦνται πεντήκοντα σκάφη καὶ κατέγραφον καὶ συνήθροιζον στόλον ἐνεργῶς.
在任命盖乌斯·阿蒂利乌斯和卢基乌斯·曼利乌斯为将领后,他们建造了五十艘船只,并积极招募和集结舰队。