Humanitext Reader

ポリュビオス · 歴史 §1.36.1-1.36.12

クサンティッポスの帰国とヘルマイア岬沖の海戦

36 / 1311 箇所 · ギリシア語

要旨

カルタゴ人は勝利を祝い、クサンティッポスは賢明にも去る。ローマ人はリビアの生存者を救出するため大艦隊を派遣し、ヘルマイア岬の海戦でカルタゴ艦隊を撃破する。

§1.36.1Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων, ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.
Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων, ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετʼ ἀλλήλων φιλοφροσύνης. カルタゴ人たちは、すべてが彼らの望み通りに運んだので、神への感謝と、互いの親睦によって、この上ない喜びを表した。
§1.36.2Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρχηδονίων πράγμασιν μετʼ οὐ πολὺν χρόνον ἀπέπλευσεν πάλιν, φρονίμως καὶ συνετῶς βουλευσάμενος.
Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρχηδονίων πράγμασιν μετʼ οὐ πολὺν χρόνον ἀπέπλευσεν πάλιν, φρονίμως καὶ συνετῶς βουλευσάμενος. クサンティッポスは、カルタゴの国勢にこれほど大きな発展と好転をもたらしたのち、賢明かつ思慮深く判断して、間もなく再び船出していった。
§1.36.3αἱ γὰρ ἐπιφανεῖς καὶ παράδοξοι πράξεις βαρεῖς μὲν τοὺς φθόνους, ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν·
αἱ γὰρ ἐπιφανεῖς καὶ παράδοξοι πράξεις βαρεῖς μὲν τοὺς φθόνους, ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν· ἃς οἱ μὲν ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων πλῆθος οἷοί τʼ ἂν εἶεν ἐπὶ πολὺν χρόνον ἀναφέρειν, οἱ δὲ ξένοι ταχέως ἐφʼ ἑκατέρων τούτων ἡττῶνται καὶ κινδυνεύουσι. なぜなら、際立った思いがけない業績は、激しい嫉妬と鋭い誹謗を生むからである。
ἃς οἱ μὲν ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων πλῆθος οἷοί τʼ ἂν εἶεν ἐπὶ πολὺν χρόνον ἀναφέρειν, οἱ δὲ ξένοι ταχέως ἐφʼ ἑκατέρων τούτων ἡττῶνται καὶ κινδυνεύουσι.
地元の人間であれば、親族関係や多くの友人によってこれらに長期にわたり耐えることができるであろうが、外国人はそのどちらにおいても容易に屈してしまい、危険に晒されるのである。
§1.36.4λέγεται δὲ καὶ ἕτερος ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς Ξανθίππου λόγος, ὃν πειρασόμεθα διασαφεῖν οἰκειότερον λαβόντες τοῦ παρόντος καιρόν. Ῥωμαῖοι δέ,
λέγεται δὲ καὶ ἕτερος ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς Ξανθίππου λόγος, ὃν πειρασόμεθα διασαφεῖν οἰκειότερον λαβόντες τοῦ παρόντος καιρόν. Ῥωμαῖοι δέ, クサンティッポスの出発については別の話も語られているが、それについては現在の機会よりも適した時をとらえて明らかにすることにしよう。
§1.36.5προσπεσόντων σφίσι παρʼ ἐλπίδα τῶν ἐν Λιβύῃ συμβεβηκότων, εὐθέως ἐγίνοντο πρὸς τὸ καταρτίζειν τὸν στόλον καὶ τοὺς ἄνδρας ἐξαιρεῖσθαι τοὺς ἐν τῇ Λιβύῃ διασεσωσμένους.
一方、ローマ人たちは、 προσπεσόντων σφίσι παρʼ ἐλπίδα τῶν ἐν Λιβύῃ συμβεβηκότων, εὐθέως ἐγίνοντο πρὸς τὸ καταρτίζειν τὸν στόλον καὶ τοὺς ἄνδρας ἐξαιρεῖσθαι τοὺς ἐν τῇ Λιβύῃ διασεσωσμένους. リビアで起こった出来事が予想に反して彼らに知らされると、ただちに艦隊を整え、リビアで生き残った者たちを救出することに着手した。
§1.36.6οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατοπεδεύσαντες ἐπολιόρκουν τὴν Ἀσπίδα, σπουδάζοντες ἐγκρατεῖς γενέσθαι τῶν ἐκ τῆς μάχης διαφυγόντων.
οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατοπεδεύσαντες ἐπολιόρκουν τὴν Ἀσπίδα, σπουδάζοντες ἐγκρατεῖς γενέσθαι τῶν ἐκ τῆς μάχης διαφυγόντων. 他方、カルタゴ人たちは、その後で陣を敷き、戦いから逃れた者たちを手中に収めようと熱望して、アスピスを包囲した。
§1.36.7διὰ δὲ τὴν γενναιότητα καὶ τόλμαν τῶν ἀνδρῶν οὐδαμῶς ἑλεῖν δυνάμενοι τέλος ἀπέστησαν τῆς πολιορκίας.
διὰ δὲ τὴν γενναιότητα καὶ τόλμαν τῶν ἀνδρῶν οὐδαμῶς ἑλεῖν δυνάμενοι τέλος ἀπέστησαν τῆς πολιορκίας. しかし、その男たちの勇敢さと大胆さのために、どうしても陥落させることができず、ついに包囲を解いた。
§1.36.8προσπεσόντος δʼ αὐτοῖς ἐξαρτύειν τὸν στόλον τοὺς Ῥωμαίους καὶ μέλλειν αὖθις ἐπὶ τὴν Λιβύην ποιεῖσθαι τὸν πλοῦν, τὰ μὲν ἐπεσκεύαζον σκάφη, τὰ δʼ ἐκ καταβολῆς ἐναυπηγοῦντο.
προσπεσόντος δʼ αὐτοῖς ἐξαρτύειν τὸν στόλον τοὺς Ῥωμαίους καὶ μέλλειν αὖθις ἐπὶ τὴν Λιβύην ποιεῖσθαι τὸν πλοῦν, τὰ μὲν ἐπεσκεύαζον σκάφη, τὰ δʼ ἐκ καταβολῆς ἐναυπηγοῦντο. そして、ローマ人たちが艦隊を準備しており、再びリビアに向けて航海しようとしていることが彼らに伝わると、彼らは一部の船を修理し、他を新規に建造した。
§1.36.9ταχὺ δὲ συμπληρώσαντες ναῦς διακοσίας ἀνήχθησαν καὶ παρεφύλαττον τὸν ἐπίπλουν τῶν ὑπεναντίων.
ταχὺ δὲ συμπληρώσαντες ναῦς διακοσίας ἀνήχθησαν καὶ παρεφύλαττον τὸν ἐπίπλουν τῶν ὑπεναντίων. そして速やかに200隻の船の乗組員を満たすと、出航して敵の来襲を警戒した。
§1.36.10οἱ δὲ Ῥωμαῖοι τῆς θερείας ἀρχομένης καθελκύσαντες τριακόσια καὶ πεντήκοντα σκάφη καὶ στρατηγοὺς ἐπιστήσαντες Μάρκον Αἰμίλιον καὶ Σερούιον Φόλουιον ἐξαπέστελλον.
οἱ δὲ Ῥωμαῖοι τῆς θερείας ἀρχομένης καθελκύσαντες τριακόσια καὶ πεντήκοντα σκάφη καὶ στρατηγοὺς ἐπιστήσαντες Μάρκον Αἰμίλιον καὶ Σερούιον Φόλουιον ἐξαπέστελλον. οἱ δʼ ἀναχθέντες ἔπλεον παρὰ τὴν Σικελίαν ὡς ἐπὶ τῆς Λιβύης. ローマ人たちは、夏の初めに350隻の船を進水させ、将軍としてマルクス・アエミリウスとセboundaries(セルウィウス・フルウィウス)を任命して送り出した。
οἱ δʼ ἀναχθέντες ἔπλεον παρὰ τὴν Σικελίαν ὡς ἐπὶ τῆς Λιβύης.
彼らは出航し、シキリア沿いを通ってリビアへと航行した。
§1.36.11συμμίξαντες δὲ περὶ τὴν Ἑρμαίαν τῷ τῶν Καρχηδονίων στόλῳ, τούτους μὲν ἐξ ἐφόδου καὶ ῥᾳδίως τρεψάμενοι ναῦς ἔλαβον αὐτάνδρους ἑκατὸν δεκατέτταρας·
συμμίξαντες δὲ περὶ τὴν Ἑρμαίαν τῷ τῶν Καρχηδονίων στόλῳ, τούτους μὲν ἐξ ἐφόδου καὶ ῥᾳδίως τρεψάμενοι ναῦς ἔλαβον αὐτάνδρους ἑκατὸν δεκατέτταρας· そして、ヘルマイア岬の近くでカルタゴの艦隊と遭遇すると、ただちにこれを突撃によって容易に敗走させ、乗組員ごと114隻の船を捕獲した。
§1.36.12τοὺς δʼ ἐν Λιβύῃ διαμείναντας νεανίσκους ἀναλαβόντες ἐκ τῆς Ἀσπί
τοὺς δʼ ἐν Λιβύῃ διαμείναντας νεανίσκους ἀναλαβόντες ἐκ τῆς Ἀσπί そしてリビアに留まっていた若者たちをアスピスから収容し……

語釈・文法注

  1. 1.36.1κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων — 独立属格構文。σφίσι(彼らに、与格)は分詞 κεχωρηκότων(進んだ)に係る。「すべてが彼らにとって望み通りに進んだので」という理由・状況を表す。
  2. 1.36.3ἃς οἱ μὲν ἐγχώριοι... οἷοί τʼ ἂν εἶεν — 関係代名詞 ἃς は文頭で前文の διαβολάς や φθόνους を受ける文接続的な用法。後続の ἂν εἶεν は potential optative(潜在希求法)で、現在の可能性や能力(「~できるであろう」)を示す。
  3. 1.36.8προσπεσόντος δʼ αὐτοῖς ἐξαρτύειν τὸν στόλον τοὺς Ῥωμαίους — 非人称的な独立属格 προσπεσόντος(知らせが届いたとき)の論理的主語として、対格不定詞句(τοὺς Ῥωμαίους ἐξαρτύειν...)が用いられている。

この箇所を引用する

ポリュビオス, 歴史 §1.36.1-1.36.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.36.1-1.36.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。