§1.31.1οἱ δὲ Καρχηδόνιοι μικρῷ μὲν πρότερον κατὰ θάλατταν, τότε δὲ κατὰ γῆν ἐπταικότες, οὐ διὰ τὴν τῶν πολλῶν ἀνανδρίαν, ἀλλὰ διὰ τὴν τῶν ἡγουμένων ἀβουλίαν, κατὰ πάντα τρόπον ἐνεπεπτώκεισαν εἰς δυσχερῆ διάθεσιν.
\nカルタゴ人たちは、少し前には海で、今度は陸で敗北を喫していたが、それは兵士たちの多くが臆病だったからではなく、指導者たちの思慮のなさによるものであり、あらゆる意味で困難な状況に陥っていた。
§1.31.2ἅμα γὰρ τοῖς προειρημένοις καὶ τὸ τῶν Νομάδων ἔθνος συνεπιτιθέμενον αὐτοῖς οὐκ ἐλάττω, πλείω δὲ τῶν Ῥωμαίων εἰργάζετο κακὰ τὴν χώραν.
\n\nというのも、前述の事柄と同時に、ヌミディア人の部族も彼らに襲いかかり、ローマ人にも劣らない、むしろそれ以上の被害をその地方にもたらしていたからである。
§1.31.3ἐξ ὧν διὰ τὸν φόβον συμφευγόντων εἰς τὴν πόλιν τῶν ἀπὸ τῆς χώρας δυσθυμία καὶ λιμὸς ἦν ὁλοσχερής, τὰ μὲν διὰ τὸ πλῆθος, τὰ δὲ διὰ τὴν προσδοκίαν τῆς πολιορκίας.
\n\nこれらによって、恐怖のために地方から都市へ人々が逃げ込んだため、一方では人口過多により、他方では包囲戦への予期によって、深刻な落胆と完全な飢饉が生じた。
§1.31.4ὁ δὲ Μάρκος ὁρῶν τοὺς Καρχηδονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐσφαλμένους καὶ νομίζων ὅσον οὔπω κρατήσειν τῆς πόλεως, ἀγωνιῶν δὲ μὴ συμβῇ τὸν ἐπιπαραγινόμενον στρατηγὸν ἐκ τῆς Ῥώμης φθάσαντα τὴν ἐπιγραφὴν τῶν πραγμάτων λαβεῖν, προυκαλεῖτο τοὺς Καρχηδονίους εἰς διαλύσεις.
\n\n一方、マルクスはカルタゴ人が陸でも海でも敗北しているのを見て、今にもその都市を制圧できると考えたが、ローマから後からやってくる将軍が自分より先に到着して戦争の功績を奪うのではないかと気をもみ、カルタゴ人たちに和平交渉を呼びかけた。
§1.31.5οἱ δʼ ἀσμένως ἀκούσαντες ἐξέπεμψαν αὑτῶν τοὺς πρώτους ἄνδρας·
\n\n彼らは喜んでこれを聞き、自国の一流の代表者たちを派遣した。
οἳ καὶ συμμίξαντες αὐτῷ τοσοῦτον ἀπέσχον τοῦ ῥέπειν ταῖς γνώμαις ἐπὶ τὸ ποιεῖν τι τῶν λεγομένων ὥστʼ οὐδʼ ἀκούοντες ὑπομένειν ἐδύναντο τὸ βάρος τῶν ἐπιταγμάτων.
彼らはマルクスと会談したが、提案された要求のいずれかを実行することに心が傾くことからは程遠く、その過酷な命令を聞くことさえ耐えられないほどであった。
§1.31.6ὁ μὲν γὰρ Μάρκος ὡς ἤδη κεκρατηκὼς τῶν ὅλων, ὅ,τι ποτὲ συνεχώρει, πᾶν ᾤετο δεῖν αὐτοὺς ἐν χάριτι καὶ δωρεᾷ λαμβάνειν·
\n\nというのも、マルクスはすでに全権を掌握したかのように、自分が譲歩するいかなることも、彼らが恵みや贈り物として受け取るべきだと考えていたからである。
§1.31.7οἱ δὲ Καρχηδόνιοι θεωροῦντες ὅτι καὶ γενομένοις αὐτοῖς ὑποχειρίοις οὐδὲν ἂν συνεξακολουθήσαι βαρύτερον τῶν τότε προσταγμάτων, οὐ μόνον δυσαρεστήσαντες τοῖς προτεινομένοις ἐπανῆλθον, ἀλλὰ καὶ προσκόψαντες τῇ βαρύτητι τοῦ Μάρκου.
\n\nしかし、カルタゴ人たちは、たとえ自分たちが屈服したとしても、その時の命令以上に過酷な事態が伴うことはないと考え、提案されたことに不満を抱いただけでなく、マルクスの横柄さに憤慨して立ち去った。
§1.31.8τὸ δὲ συνέδριον τῶν Καρχηδονίων διακοῦσαν τὰ προτεινόμενα παρὰ τοῦ στρατηγοῦ τῶν Ῥωμαίων, καίπερ σχεδὸν ἀπεγνωκὸς τὰς τῆς σωτηρίας ἐλπίδας, ὅμως οὕτως ἀνδρωδῶς ἔστη καὶ γενναίως ὥστε πᾶν ὑπομένειν εἵλετο καὶ παντὸς ἔργου καὶ καιροῦ πεῖραν λαμβάνειν ἐφʼ ᾧ μηδὲν ἀγεννὲς μηδʼ ἀνάξιον τῶν πρὸ τοῦ πράξεων ὑπομεῖναι.
\n\nカルタゴの評議会は、ローマの将軍から提案された内容を詳しく聞き、救助の望みをほとんど諦めていたにもかかわらず、毅然として雄々しく高潔な態度を堅持したため、これまでの自分たちの行いにふさわしくない卑劣なことを何一つ甘んじて受け入れないという条件のもと、あらゆることに耐え、あらゆる手段と機会を試みることを選んだ。