Humanitext Reader

ポリュビオス · 歴史 §1.30.1-1.30.15

アデュスの戦いとローマ軍によるテュネス占領

30 / 1311 箇所 · ギリシア語

要旨

カルタゴ人はハミルカルを含む三人の将軍を選出して対抗しようとするが、アデュス近郊の丘に陣取ったために主力の騎兵や象を活かせず大敗し、ローマ軍はテュネスを占領する。

§1.30.1οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὴν τῶν πολεμίων παρασκευὴν χρονιωτέραν οὖσαν, πρῶτον μὲν στρατηγοὺς ἑαυτῶν εἵλοντο δύο, τόν τʼ Ἄννωνος Ἀσδρούβαν καὶ Βώσταρον, μετὰ δὲ ταῦτα πρὸς τὸν Ἀμίλκαν ἔπεμπον εἰς τὴν Ἡράκλειαν, καλοῦντες κατὰ τάχος αὐτόν.
カルタゴ人たちは、敵の備えが長期にわたるものであることを見て、まず自らの将軍としてハンノの子ハスドルバルとボスタルという二人を選び、その後、ヘラクレアにいるハミルカルのもとへ使者を送り、急ぎ彼を召還した。
§1.30.2ὁ δʼ ἀναλαβὼν ἱππεῖς πεντακοσίους καὶ πεζοὺς πεντακισχιλίους παρῆν εἰς τὴν Καρχηδόνα·
彼は騎兵500人と歩兵5,000人を引き連れてカルタゴに到着した。
καὶ κατασταθεὶς στρατηγὸς τρίτος ἐβουλεύετο μετὰ τῶν περὶ τὸν Ἀσδρούβαν πῶς δεῖ χρῆσθαι τοῖς παροῦσιν.
そして三人目の将軍に任命され、ハスドルバルたちとともに、現在の事態にどのように対処すべきかを協議した。
§1.30.3ἔδοξεν οὖν αὐτοῖς βοηθεῖν τῇ χώρᾳ καὶ μὴ περιορᾶν αὐτὴν ἀδεῶς πορθουμένην.
そこで彼らは、地方を援助し、それが恐れもなく略奪されるのを傍観しないことに決定した。
§1.30.4ὁ δὲ Μάρκος μετά τινας ἡμέρας ἐπεπορεύετο, τὰ μὲν ἀτείχιστα τῶν ἐρυμάτων ἐξ ἐφόδου διαρπάζων, τὰ δὲ τετειχισμένα πολιορκῶν.
一方マルクスは、数日後に進軍を開始し、城壁のない砦は襲撃して略奪し、城壁のあるものは包囲した。
§1.30.5ἀφικόμενος δὲ πρὸς πόλιν Ἀδὺν ἀξιόχρεω, περιστρατοπεδεύσας ταύτην συνίστατο μετὰ σπουδῆς ἔργα καὶ πολιορκίαν.
そして名だたる都市アデュスに到着すると、その周囲に陣を敷き、熱心に攻城兵器の敷設と包囲戦に取り組んだ。
§1.30.6οἱ δὲ Καρχηδόνιοι τῇ τε πόλει σπουδάζοντες βοηθῆσαι καὶ τῶν ὑπαίθρων ἀντιποιεῖσθαι κρίνοντες ἐξῆγον τὴν δύναμιν.
カルタゴ人たちは、この都市を救援することに努め、また屋外の支配権を取り戻すことを決意して、軍隊を繰り出した。
§1.30.7καὶ καταλαβόμενοι λόφον ὑπερδέξιον μὲν τῶν πολεμίων, ἀφυῆ δὲ ταῖς ἑαυτῶν δυνάμεσιν, ἐν τούτῳ κατεστρατοπέδευσαν.
そして敵を見下ろす位置にありながら、自分たちの軍隊には適さない丘を占領し、そこに陣を張った。
§1.30.8λοιπὸν ἔχοντες μὲν τὰς πλείστας ἐλπίδας ἐν τοῖς ἱππεῦσιν καὶ τοῖς θηρίοις, ἀφέμενοι δὲ τῶν ἐπιπέδων χωρίων καὶ συγκλείσαντες σφᾶς αὐτοὺς εἰς τόπους ἐρυμνοὺς καὶ δυσβάτους, ἔμελλον διδάξειν τοὺς πολεμίους ὃ δέον ἦν πράττειν κατʼ αὐτῶν.
結局、彼らは騎兵と象に最大の望みを託しながらも、平坦な土地を放棄し、険しく接近しにくい場所に自らを閉じ込めたことで、敵に対して自分たちをどのように攻撃すべきかを教えることになった。
ὃ δὴ καὶ συνέβη γενέσθαι.
そして、まさにそれが現実となったのである。
§1.30.9συννοήσαντες γὰρ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἐμπείρως ὅτι τὸ πρακτικώτατον καὶ φοβερώτατον τῆς τῶν ὑπεναντίων δυνάμεως ἠχρείωται διὰ τοὺς τόπους, οὐκ ἀνέμειναν ἕως ἐκεῖνοι καταβάντες εἰς τὰ πεδία παρετάξαντο, §1.30.10χρώμενοι δὲ τοῖς ἰδίοις καιροῖς ἅμα τῷ φωτὶ προσέβαινον ἐξ ἑκατέρου τοῦ μέρους πρὸς τὸν λόφον.
というのも、ローマの指揮官たちは、敵の兵力のうち最も強力で恐るべき部分がその地形のために無効化されていることを経験から見抜き、彼らが平原に下りてきて陣形を整えるのを待たず、自分たちに都合の良い機会を利用して、夜明けとともに両側から丘へと進撃した。
§1.30.11οἱ μὲν οὖν ἱππεῖς καὶ τὰ θηρία τοῖς Καρχηδονίοις ἦν ἄχρηστα τελέως·
こうして、カルタゴの騎兵と象は全く役に立たなかった。
οἱ δὲ μισθοφόροι πάνυ γενναίως καὶ προθύμως ἐκβοηθήσαντες τὸ μὲν πρῶτον στρατόπεδον ἠνάγκασαν ἐκκλῖναι καὶ φυγεῖν·
しかし、傭兵たちは非常に勇敢かつ精力的に打って出て、最初は第一軍団を後退させ敗走させた。
§1.30.12ἐπεὶ δὲ προπεσόντες καὶ κυκλωθέντες ὑπὸ τῶν ἐκ θατέρου μέρους προσβαινόντων ἐτράπησαν, μετὰ ταῦτα πάντες εὐθὺς ἐκ τῆς στρατοπεδείας ἐξέπεσον.
しかし、彼らが深追いしすぎ、もう一方の側から登ってきた者たちに包囲されて敗走すると、その後は全員が直ちに陣営から敗走した。
§1.30.13τὰ μὲν οὖν θηρία μετὰ τῶν ἱππέων, ἐπεὶ τάχιστα τῶν ὁμαλῶν ἥψατο, μετʼ ἀσφαλείας ἐποιοῦντο τὴν ἀποχώρησιν·
こうして、象と騎兵は平地に達するやいなや、安全に退却した。
§1.30.14οἱ δὲ Ῥωμαῖοι τοὺς πεζοὺς βραχὺν ἐπιδιώξαντες τόπον καὶ τὸν χάρακα διαρπάσαντες, μετὰ δὲ ταῦτα πᾶσαν ἐπιπορευόμενοι τὴν χώραν καὶ τὰς πόλεις ἀδεῶς ἐπόρθουν.
一方、ローマ人たちは歩兵を短い距離だけ追撃し、陣営の逆茂木を略奪すると、その後はその地方全体を巡って、都市を恐れることなく略奪した。
§1.30.15γενόμενοι δὲ τῆς προσαγορευομένης πόλεως Τύνητος ἐγκρατεῖς, εὐφυοῦς ὑπαρχούσης πρὸς τὰς προκειμένας ἐπιβολάς, ἔτι δὲ κειμένης εὐκαίρως κατά τε τῆς πόλεως καὶ τῆς σύνεγγυς ταύτῃ χώρας, κατεστρατοπέδευσαν εἰς αὐτήν.
そして、当面の計画にとって有利な位置にあり、また都市およびその近隣の地方に対しても好都合な位置にある、テュネスと呼ばれる都市を制圧すると、彼らはそこに陣を張った。

語釈・文法注

  1. §1.30.1θεωροῦντες τὴν τῶν πολεμίων παρασκευὴν χρονιωτέραν οὖσαν — χρονιωτέραν οὖσαν は対格名詞 τὴν ... παρασκευήν を主語とする分詞の叙述用法であり、動詞 θεωροῦντες(認識する、見る)の事実上の補語節として機能している。
  2. §1.30.8ἔμελλον διδάξειν — ἔμελλον は未来不定詞 διδάξειν とともに用いられ、これから起ころうとする事態や不可避の運命(〜することになっていた)を表す。διδάσκω(教える)は二重対格をとるが、ここでは対格の「人」(τοὺς πολεμίους)と、事柄を表す関係節(ὃ δέον ἦν...)を従えている。
  3. §1.30.12προπεσόντες — アオリスト能動態分詞で、ここでは空間的・戦術的に「前方に突進しすぎた」「深追いした」という意味で用いられており、敵を追撃するあまり自軍の陣形を崩して包囲される原因となったことを示している。

この箇所を引用する

ポリュビオス, 歴史 §1.30.1-1.30.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.30.1-1.30.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。