Humanitext Reader

波利比奥斯 · 历史 §1.31.1-1.31.8

雷古鲁斯的苛刻和约与迦太基的抗战决意

第 31 段,共 1311 段 · 希腊语

内容简介

迦太基因陆海战败及努米底亚人袭击导致的饥荒陷入困境,马尔库斯因急于争功而提出苛刻的和谈条件,但迦太基元老院拒绝了其傲慢的要求,决定抗战到底。

§1.31.1οἱ δὲ Καρχηδόνιοι μικρῷ μὲν πρότερον κατὰ θάλατταν, τότε δὲ κατὰ γῆν ἐπταικότες, οὐ διὰ τὴν τῶν πολλῶν ἀνανδρίαν, ἀλλὰ διὰ τὴν τῶν ἡγουμένων ἀβουλίαν, κατὰ πάντα τρόπον ἐνεπεπτώκεισαν εἰς δυσχερῆ διάθεσιν.
\n迦太基人不久前在海上遭受挫折,而此时又在陆上遭受挫折,这并非因为大众的怯懦,而是由于领导者的无谋,从而在各方面都陷入了困境。
§1.31.2ἅμα γὰρ τοῖς προειρημένοις καὶ τὸ τῶν Νομάδων ἔθνος συνεπιτιθέμενον αὐτοῖς οὐκ ἐλάττω, πλείω δὲ τῶν Ῥωμαίων εἰργάζετο κακὰ τὴν χώραν.
\n\n因为在上述灾难发生的同时,努米底亚人的部落也联合起来袭击他们,给该地区带来的危害不下于罗马人,甚至犹有过之。
§1.31.3ἐξ ὧν διὰ τὸν φόβον συμφευγόντων εἰς τὴν πόλιν τῶν ἀπὸ τῆς χώρας δυσθυμία καὶ λιμὸς ἦν ὁλοσχερής, τὰ μὲν διὰ τὸ πλῆθος, τὰ δὲ διὰ τὴν προσδοκίαν τῆς πολιορκίας.
\n\n由此,由于恐惧,乡间的人们成群逃往城内,一方面因人口众多,另一方面因对围城战的预期,导致了严重的沮丧和彻底的饥荒。
§1.31.4ὁ δὲ Μάρκος ὁρῶν τοὺς Καρχηδονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐσφαλμένους καὶ νομίζων ὅσον οὔπω κρατήσειν τῆς πόλεως, ἀγωνιῶν δὲ μὴ συμβῇ τὸν ἐπιπαραγινόμενον στρατηγὸν ἐκ τῆς Ῥώμης φθάσαντα τὴν ἐπιγραφὴν τῶν πραγμάτων λαβεῖν, προυκαλεῖτο τοὺς Καρχηδονίους εἰς διαλύσεις.
\n\n而马尔库斯看到迦太基人在陆上和海上都已失败,并认为自己指日可待将占领该城,但他又焦虑于从罗马后派来的将军可能会先期抵达并夺走战争成果的荣誉,于是便向迦太基人提出和谈。
§1.31.5οἱ δʼ ἀσμένως ἀκούσαντες ἐξέπεμψαν αὑτῶν τοὺς πρώτους ἄνδρας·
\n\n迦太基人高兴地听到了这一消息,派出了他们的首要人物。
οἳ καὶ συμμίξαντες αὐτῷ τοσοῦτον ἀπέσχον τοῦ ῥέπειν ταῖς γνώμαις ἐπὶ τὸ ποιεῖν τι τῶν λεγομένων ὥστʼ οὐδʼ ἀκούοντες ὑπομένειν ἐδύναντο τὸ βάρος τῶν ἐπιταγμάτων.
这些人在与他会晤时,不仅其意愿远远谈不上顺从并履行对方所提的任何要求,甚至连听完这些苛刻的命令都无法忍受。
§1.31.6ὁ μὲν γὰρ Μάρκος ὡς ἤδη κεκρατηκὼς τῶν ὅλων, ὅ,τι ποτὲ συνεχώρει, πᾶν ᾤετο δεῖν αὐτοὺς ἐν χάριτι καὶ δωρεᾷ λαμβάνειν·
\n\n因为马尔库斯表现得好像自己已经完全掌握了大局,认为无论自己做出什么让步,他们都应当将其视为恩惠和赠予来接受。
§1.31.7οἱ δὲ Καρχηδόνιοι θεωροῦντες ὅτι καὶ γενομένοις αὐτοῖς ὑποχειρίοις οὐδὲν ἂν συνεξακολουθήσαι βαρύτερον τῶν τότε προσταγμάτων, οὐ μόνον δυσαρεστήσαντες τοῖς προτεινομένοις ἐπανῆλθον, ἀλλὰ καὶ προσκόψαντες τῇ βαρύτητι τοῦ Μάρκου.
\n\n而迦太基人看到,即使自己完全屈服于他,也不会有比当时的命令更沉重的后果随之而来,因此他们不仅对所提的条件深感不满而返回,而且还对马尔库斯的傲慢感到愤怒。
§1.31.8τὸ δὲ συνέδριον τῶν Καρχηδονίων διακοῦσαν τὰ προτεινόμενα παρὰ τοῦ στρατηγοῦ τῶν Ῥωμαίων, καίπερ σχεδὸν ἀπεγνωκὸς τὰς τῆς σωτηρίας ἐλπίδας, ὅμως οὕτως ἀνδρωδῶς ἔστη καὶ γενναίως ὥστε πᾶν ὑπομένειν εἵλετο καὶ παντὸς ἔργου καὶ καιροῦ πεῖραν λαμβάνειν ἐφʼ ᾧ μηδὲν ἀγεννὲς μηδʼ ἀνάξιον τῶν πρὸ τοῦ πράξεων ὑπομεῖναι.
\n\n迦太基的元老院在详细听取了罗马将军提出的条件后,尽管几乎已经放弃了得救的希望,但仍然表现得如此刚毅和高尚,以至于他们宁愿忍受一切,尝试一切行动和机会,也绝不接受任何卑劣或不配于他们过往功绩的条件。

词汇与语法注释

  1. 1.31.3συμφευγόντων ... τῶν ἀπὸ τῆς χώρας — 属格独立结构(genitive absolute),主语是 τῶν ἀπὸ τῆς χώρας(来自乡间的人),分词是 συμφευγόντων(成群逃往),用于解释主句中“落胆和饥荒(δυσθυμία καὶ λιμὸς ἦν)”产生的原因。
  2. 1.31.4ὅσον οὔπω — 意为“指日可待”或“即刻”的惯用副词短语,修饰将来时不定式 κρατήσειν,表明马尔库斯坚信该城很快就会陷落。
  3. 1.31.4φθάσαντα ... λαβεῖν — 动词 φθάνω 配合分词(此处为分词 φθάσαντα 搭配不定式 λαβεῖν)的句式,意为“抢先/先一步做某事”。不定式的逻辑主语是 τὸν ἐπιπαραγινόμενον στρατηγόν(后派来的将军),构成了 μὴ συμβῇ(免得发生……)所担忧的内容。
  4. 1.31.7οὐδὲν ἂν συνεξακολουθήσαι — ὅτι 从句中的潜在希求语气(potential optative,即 ἂν + 希求语气),在间接叙述中保留了原话中的可能性表达。与格分词 γενομένοις αὐτοῖς ὑποχειρίοις 起到条件作用(“即使他们屈服”)。
  5. 1.31.8ἐφʼ ᾧ ... ὑπομεῖναι — 介词 ἐπί 搭配关系代词与格,后接不定式(ἐφʼ ᾧ + 不定式),构成表示“在……的条件下”的惯用表达。使用否定词 μή(μηδὲν ὑπομεῖναι,意为“绝不接受任何……的条件下”)。

引用这一段

波利比奥斯, 历史 §1.31.1-1.31.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.31.1-1.31.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。