§1.3.1ἄρξει δὲ τῆς πραγματείας ἡμῖν τῶν μὲν χρόνων ὀλυμπιὰς ἑκατοστή τε καὶ τετταρακοστή, τῶν δὲ πράξεων παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσαγορευθεὶς συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετʼ Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος, Δημητρίου μὲν υἱός, πατὴρ δὲ Περσέως, παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους·
我々の叙述の開始は、時期としては第140オリンピア期であり、出来事としては、ギリシア人においては、フィリッポス(デメトリオスの息子でありペルセウスの父)がアカイア人と共にアイトリア人に対して最初に引き起こしたいわゆる同盟戦争であり、アジアに住む者たちにおいては、アンティオコスとプトレマイオス・フィロパトルが互いに戦ったコイレー・シュリアを巡る戦争である。
§1.3.2ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις ὁ συστὰς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγορεύουσιν Ἀννιβιακόν.
そして、イタリアとリビュアの地域においては、ローマ人とカルタゴ人の間に勃発した、多くの者がアニバル戦争と呼ぶ戦争である。
ταῦτα δʼ ἔστι συνεχῆ τοῖς τελευταίοις τῆς παρʼ Ἀράτου Σικυωνίου συντάξεως.
これらは、シキュオンのアラトスの著作の最後の部分に連続している。
§1.3.3ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις ὡσανεὶ σποράδας εἶναι συνέβαινε τὰς τῆς οἰκουμένης πράξεις διὰ τὸ καὶ κατὰ τὰς ἐπιβολάς, ἔτι δὲ καὶ τὰς συντελείας αὐτῶν ὁμοίως δὲ καὶ κατὰ τοὺς τόπους διαφέρειν ἕκαστα τῶν πεπραγμένων.
それゆえ、これ以前の時期においては、世界の出来事はあたかも散発的なものであるのが常であった。 なぜなら、なされた事柄のそれぞれが、その企図においても、その遂行においても、同様にその生じた地域においても、互いに異なっていたからである。
§1.3.4ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμβαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν καὶ ταῖς Ἑλληνικαῖς καὶ πρὸς ἓν γίνεσθαι τέλος τὴν ἀναφορὰν ἁπάντων.
しかし、この時期以降は、歴史はあたかも一つの有機体のようになり、イタリアやリビュアの出来事がアジアやギリシアの出来事と絡み合い、すべての事柄の帰結がひとつの目的に向かうようになる。
§1.3.5διὸ καὶ τὴν ἀρχὴν τῆς αὑτῶν πραγματείας ἀπὸ τούτων πεποιήμεθα τῶν καιρῶν.
それゆえにこそ、我々も自らの叙述の始まりをこの時期に設定したのである。
§1.3.6τῷ γὰρ προειρημένῳ πολέμῳ κρατήσαντες Ῥωμαῖοι Καρχηδονίων καὶ νομίσαντες τὸ κυριώτατον καὶ μέγιστον μέρος αὑτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολήν, οὕτως καὶ τότε πρῶτον ἐθάρσησαν ἐπὶ τὰ λοιπὰ τὰς χεῖρας ἐκτείνειν καὶ περαιοῦσθαι μετὰ δυνάμεως εἴς τε τὴν Ἑλλάδα καὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους.
というのも、前述の戦争でローマ人はカルタゴ人に勝利し、世界全体の支配を企てる上で最も重要かつ最大の段階が自らによって達成されたと考え、その時初めて、残りの地域へと手を伸ばし、軍勢を率いてギリシアやアジアの地域へと渡海することに自信を得たからである。
§1.3.7εἰ μὲν οὖν ἡμῖν ἦν συνήθη καὶ γνώριμα τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέσεως ἢ δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις.
もし我々にとって、世界全体の支配をめぐって争った諸国家が馴染み深くよく知られたものであったなら、彼らがどのような意図や国力から出発してこれほどまでに巨大な大事業に着手したのかについて、記述を始める前に論じる必要はおそらく全くなかったであろう。
§1.3.8ἐπεὶ δʼ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις οὐδʼ αἱ πράξεις αὐτῶν, ἀναγκαῖον ὑπελάβομεν εἶναι συντάξασθαι ταύτην καὶ τὴν ἑξῆς βύβλον πρὸ τῆς ἱστορίας,
しかし、ローマの国家制度についてもカルタゴの国家制度についても、その過去の国力や彼らの活動が多くのギリシア人にとってすぐにわかるものではないため、我々は歴史の本論に先立って、本巻とそれに続く巻を著すことが不可欠であると考えた。
§1.3.9ἵνα μηδεὶς ἐπιστὰς ἐπʼ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν τότε διαπορῇ καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολάς, διʼ ὧν καὶ τῆς γῆς καὶ τῆς θαλάττης τῆς καθʼ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς, §1.3.10ἀλλʼ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ πρὸς τὴν συντέλειαν ἐξ
それは、出来事そのものの説明に入った時に、誰も当惑して、ローマ人がどのような決議や、どのような軍事力と資源を用いてこれらの一大企てへと乗り出し、それによって我々の知る陸地と海のすべてを手中に収めるに至ったのか、と詮索することがないようにするためであり、むしろ、これらの書物とそこにおける予備的説明から、読者にとって、彼らが十分に合理的な根拠に基づいてその構想を抱き、またその達成へと[乗り出した]ことが明らかになるようにするためである。