§1.2.1ὡς δʼ ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα γένοιτʼ ἂν οὕτως μάλιστʼ ἐμφανές, εἰ τὰς ἐλλογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγραφεῖς τοὺς πλείστους διατέθεινται λόγους, παραβάλοιμεν καὶ συγκρίναιμεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν.
我々の主題に関する考察がいかに驚異的で偉大であるかは、歴史家たちが最も多くの記述を費やしてきた過去の最も著名な諸帝国を、ローマ人の卓越性と対比し比較するならば、このようにして最も明らかになるであろう。
§1.2.2εἰσὶ δʼ αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται.
比較と対比に値するものは次の通りである。
Πέρσαι κατά τινας καιροὺς μεγάλην ἀρχὴν κατεκτήσαντο καὶ δυναστείαν·
ペルシア人はある時期、広大な領土と帝国を手に入れた。
ἀλλʼ ὁσάκις ἐτόλμησαν ὑπερβῆναι τοὺς τῆς Ἀσίας ὅρους, οὐ μόνον ὑπὲρ τῆς ἀρχῆς, ἀλλὰ καὶ περὶ σφῶν ἐκινδύνευσαν.
しかし彼らがアジアの境界を越えようと企てるたびに、支配権だけでなく自らの身の安全さえも危機に晒した。
§1.2.3Λακεδαιμόνιοι πολλοὺς ἀμφισβητήσαντες χρόνους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἐπειδή ποτʼ ἐκράτησαν, μόλις ἔτη δώδεκα κατεῖχον αὐτὴν ἀδήριτον.
ラケダイモン人はギリシア人の覇権をめぐって長い間争い、ついにそれを手に入れたものの、異論のない形で保持できたのはわずか12年間にすぎなかった。
§1.2.4Μακεδόνες τῆς μὲν Εὐρώπης ἦρξαν ἀπὸ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἕως ἐπὶ τὸν Ἴστρον ποταμόν, ὃ βραχὺ παντελῶς ἂν φανείη μέρος τῆς προειρημένης χώρας·
マケドニア人は、アドリア海沿岸の地域からイストロス川に至るヨーロッパを支配したが、これは前述の地域に比べればまったくわずかな部分にすぎないように見えるだろう。
§1.2.5μετὰ δὲ ταῦτα προσέλαβον τὴν τῆς Ἀσίας ἀρχήν, καταλύσαντες τὴν τῶν Περσῶν δυναστείαν.
その後、彼らはペルシア人の帝国を滅ぼしてアジアの支配権を手に入れた。
ἀλλʼ ὅμως οὗτοι πλείστων δόξαντες καὶ τόπων καὶ πραγμάτων γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον τῆς οἰκουμένης ἀλλότριον.
しかしそれにもかかわらず、彼らはきわめて多くの地域と物事の主人となったと見なされたものの、依然として居住世界の大部分を自分たちとは無関係なものとして残していた。
§1.2.6Σικελίας μὲν γὰρ καὶ Σαρδοῦς καὶ Λιβύης οὐδʼ ἐπεβάλοντο καθάπαξ ἀμφισβητεῖν, τῆς δʼ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδʼ ἐγίνωσκον.
というのも、シケリアやサルドー、リビュアについては全く争おうとさえしなかったし、ヨーロッパのうちでも西方の諸民族の最も好戦的な部族については、はっきり言って知ることさえなかったからである。
§1.2.7Ῥωμαῖοί γε μὴν οὐ τινὰ μέρη, σχεδὸν δὲ πᾶσαν πεποιημένοι τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς, ἀνυπόστατον μὲν τοῖς ὑπάρχουσι πᾶσιν, ἀνυπέρβλητον δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπεροχὴν κα τέλιπον τῆς αὑτῶν δυναστείας.
一方、ローマ人は、一部の地域だけでなく、ほぼ全居住世界を自らに服従させ、現在のすべての人々にとって対抗不可能であり、また後世の人々にとっても超越不可能な、自らの支配の卓越性を残したのである。
§1.2.8περὶ δὲ τοῦ μεντολαδιατ ἐκ τῆς γραφῆς ἐξέσται σαφέστερον κατανοεῖν·
このこと(原文破損箇所)については、記述からより明確に理解することが可能となるだろう。
ὁμοίως δὲ καὶ περὶ τοῦ πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν ὁ τῆς πραγματικῆς ἱστορίας τρόπος.
同様に、実用的な歴史の方法が、知識を愛する人々にとってどれほど多くの、またいかに大きな貢献をなすように生まれついているかについても。