Humanitext Reader

波利比奥斯 · 历史 §1.3.1-1.3.10

历史叙述的起点与世界史的整体性

第 3 段,共 1311 段 · 希腊语

内容简介

作者确立了第140届奥林匹亚德为其历史叙述的起点,阐明自该时期起世界历史如何成为一个有机的整体,并论证了在进入正文前先叙述罗马与迦太基早期历史的必要性。

§1.3.1ἄρξει δὲ τῆς πραγματείας ἡμῖν τῶν μὲν χρόνων ὀλυμπιὰς ἑκατοστή τε καὶ τετταρακοστή, τῶν δὲ πράξεων παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσαγορευθεὶς συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετʼ Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος, Δημητρίου μὲν υἱός, πατὴρ δὲ Περσέως, παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους· §1.3.2ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις ὁ συστὰς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγορεύουσιν Ἀννιβιακόν.
我们这部著作在时间上的起点将是第一百四十届奥林匹亚德;在事件上的起点,在希腊人中是所谓“同盟战争”,这是德米特里之子、斐利修斯之父腓力与亚该亚人结盟,首先对埃托利亚人发起的战争;在亚洲居民中则是为了柯里叙利亚的战争,这是安条克与托勒密·爱父者彼此交战的;而在意大利和利比亚地区,则是罗马人与迦太基人之间爆发的、大多数人称之为汉尼拔战争的冲突。
ταῦτα δʼ ἔστι συνεχῆ τοῖς τελευταίοις τῆς παρʼ Ἀράτου Σικυωνίου συντάξεως.
这些事件紧接在西库昂的阿拉图斯历史著作的结尾之后。
§1.3.3ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις ὡσανεὶ σποράδας εἶναι συνέβαινε τὰς τῆς οἰκουμένης πράξεις διὰ τὸ καὶ κατὰ τὰς ἐπιβολάς, ἔτι δὲ καὶ τὰς συντελείας αὐτῶν ὁμοίως δὲ καὶ κατὰ τοὺς τόπους διαφέρειν ἕκαστα τῶν πεπραγμένων.
的确,在此之前的时期,已知世界的事件可以说是零散发生的,因为所做的每一件事,无论是在其规划、还是在其实行、以及在发生的区域上,都是彼此各异的。
§1.3.4ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμβαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν καὶ ταῖς Ἑλληνικαῖς καὶ πρὸς ἓν γίνεσθαι τέλος τὴν ἀναφορὰν ἁπάντων.
但自此之后,历史仿佛成了一个有机的整体,意大利和利比亚的事务与亚洲和希腊的事务相互交织,所有事件的归宿都指向同一个终点。
§1.3.5διὸ καὶ τὴν ἀρχὴν τῆς αὑτῶν πραγματείας ἀπὸ τούτων πεποιήμεθα τῶν καιρῶν.
因此,我们也把我们这部著作的开端设在这一时期。
§1.3.6τῷ γὰρ προειρημένῳ πολέμῳ κρατήσαντες Ῥωμαῖοι Καρχηδονίων καὶ νομίσαντες τὸ κυριώτατον καὶ μέγιστον μέρος αὑτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολήν, οὕτως καὶ τότε πρῶτον ἐθάρσησαν ἐπὶ τὰ λοιπὰ τὰς χεῖρας ἐκτείνειν καὶ περαιοῦσθαι μετὰ δυνάμεως εἴς τε τὴν Ἑλλάδα καὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους.
因为罗马人在上述战争中击败了迦太基人,并认为在他们夺取整个世界统治权的企图中最核心和最伟大的部分已经由自己完成,于是他们那时才首次敢于将手伸向其余地区,并率领军队渡海进入希腊和亚洲地区。
§1.3.7εἰ μὲν οὖν ἡμῖν ἦν συνήθη καὶ γνώριμα τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέσεως ἢ δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις.
如果说那些争夺天下霸权的政体对我们而言是熟悉和熟知的,那么我们或许根本不需要在撰写正史之前,去阐明他们是出于何种意图或凭借何种力量,才着手进行如此巨大和如此非凡的事业。
§1.3.8ἐπεὶ δʼ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις οὐδʼ αἱ πράξεις αὐτῶν, ἀναγκαῖον ὑπελάβομεν εἶναι συντάξασθαι ταύτην καὶ τὴν ἑξῆς βύβλον πρὸ τῆς ἱστορίας, §1.3.9ἵνα μηδεὶς ἐπιστὰς ἐπʼ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν τότε διαπορῇ καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολάς, διʼ ὧν καὶ τῆς γῆς καὶ τῆς θαλάττης τῆς καθʼ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς, §1.3.10ἀλλʼ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ πρὸς τὴν συντέλειαν ἐξ
然而,由于大多数希腊人对于罗马和迦太基这两个政体过去的实力和他们的作为都不是很熟悉,因此我们认为在进入正史之前,有必要撰写这一卷及随后的那一卷,以免任何人在接触到事件本身的具体叙述时,会感到困惑并追问罗马人是凭借何种谋略、何种武力和资源才致力于这些企图的,正是通过这些,他们才得以控制了我们所有的陆地和海洋;而是能够从这两卷书以及其中的预备性叙述中对读者显而易见:他们正是凭借极其合理的根据才着手这一构想并向着其完成而[迈进]的。

词汇与语法注释

  1. 1.3.4σωματοειδῆ — 意为“像身体一样的”或“有机的”。波利比乌斯用这个词来表达公元前220年之后,历史如何从孤立的地区性事件转变为相互关联的全球性历史(如同一个有机的身体)。
  2. 1.3.7τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα — 与非虚拟语气主句(οὐδὲν ἂν ἡμᾶς ἔδει)相对应的条件从句主语。虽然系动词 ἦν 为单数以与中性复数主语 τὰ πολιτεύματα(国家、政体)一致,但形容词 συνήθη 和分词 ἀμφισβητήσαντα 则采用中性复数形式。
  3. 1.3.10ἐξ — 句末的 ἐξ 是前置词(或复合动词的前缀),由于抄本污损或句子未完结,后续的动词(如 ἐξέβησαν 或 ἐξώρμησαν)已遗失。本译文根据上下文在括号中补入“[迈进]”或“[着手]”以作解释。

引用这一段

波利比奥斯, 历史 §1.3.1-1.3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.3.1-1.3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。