Humanitext Reader

ポリュビオス · 歴史 §1.26.1-1.26.16

リビュア遠征の準備とローマ艦隊のくさび形陣形

26 / 1311 箇所 · ギリシア語

要旨

ローマとカルタゴの双方がリビュア上陸を巡り海戦の準備を進め、空前の大軍勢を動員する中、ローマ軍は敵の快速船に対抗すべく三角形の強固なくさび形陣形を構築する。

§1.26.1σθησαν.
…て停泊した。
ἦν δὲ τῶν μὲν Ῥωμαίων πρόθεσις εἰς τὴν Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν, ἵνα τοῖς Καρχηδονίοις μὴ περὶ Σικελίας, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῆς ἰδίας χώρας ὁ κίνδυνος γίνηται.
ローマ人の意図は、リビュアへと航行して戦争をそちらに引き移し、カルタゴ人にとっての危険がシキリアを巡るものではなく、彼ら自身と自国を巡るものとなるようにすることであった。
§1.26.2τοῖς δὲ Καρχηδονίοις τἀναντία τούτων ἐδόκει·
しかし、カルタゴ人にはこれとは反対の考えがあった。
συνιδόντες γὰρ ὡς εὐέφοδός ἐστιν ἡ Λιβύη καὶ πᾶς ὁ κατὰ τὴν χώραν λαὸς εὐχείρωτος τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν, οὐχ οἷοί τʼ ἦσαν ἐπιτρέπειν, ἀλλὰ διακινδυνεύειν καὶ ναυμαχεῖν ἔσπευδον.
なぜなら、彼らはリビュアが侵入しやすく、一度そこへ攻め込んだ者にとって国内のすべての民が容易に制圧されうるものであることを見抜いていたため、それを許すわけにはいかず、決死の覚悟で海戦に臨むことを急いだ(切望した)からである。
§1.26.3ὄντων δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι, προφανὴς ἦν ὁ μέλλων ἀγὼν ἐκ τῆς ἑκατέρων συνίστασθαι φιλοτιμίας.
一方が阻止することに、他方が突破することに傾いていたため、近づきつつある闘争が双方の競い合いから生じようとしていることは明白であった。
§1.26.4οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς ἀμφότερα τὴν παρασκευὴν ἁρμόζουσαν ἐποιοῦντο πρός τε τὴν κατὰ θάλατταν χρείαν καὶ πρὸς τὴν ἀπόβασιν τὴν εἰς τὴν πολεμίαν.
そこでローマ人は、海上での戦闘と敵地への上陸という、双方の目的に適した準備を整えていった。
§1.26.5διόπερ ἐπιλέξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖρας διεῖλον τὴν πᾶσαν δύναμιν, ἣν ἤμελλον ἀναλαμβάνειν, εἰς τέτταρα μέρη.
それゆえ彼らは、陸上部隊から最精鋭の兵士を選び出し、船に乗せる予定であった全軍勢を四つの部分に分割した。
§1.26.6τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχεν προσηγορίας·
それぞれの部分は二つの名称を持っていた。
πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος καὶ τὰ λοιπὰ κατὰ λόγον.
すなわち、第一のものは「第一軍団」および「第一艦隊」と呼ばれ、残りの部分も順にこれに準じた。
τὸ δὲ τέταρτον καὶ τρίτην ἐπωνυμίαν ἔτι προσειλήφει·
しかし第四の部分は、さらに第三の名称をも得ていた。
τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν.
すなわち、陸上部隊における慣行に従って「トリアリイ」と名付けられていたのである。
§1.26.7καὶ τὸ μὲν σύμπαν ἦν στράτευμα τούτων τῆς ναυτικῆς δυνάμεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκάστης νεὼς λαμβανούσης ἐρέτας μὲν τριακοσίους, ἐπιβάτας δʼ ἑκατὸν εἴκοσιν.
そして彼らの海軍力の全軍勢は約十四万人であり、これは各船が漕ぎ手三百人、戦闘員百二十人を乗せているものとして算出されたものである。
§1.26.8οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατταν κίνδυνον·
他方、カルタゴ人は、大半を、あるいはむしろすべてを海上での戦闘に合わせて整えていた。
τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ τὸν τῶν νεῶν λόγον.
そして彼らの総数は、船の数に比例した計算によれば、十五万人を超えていた。
§1.26.9ἐφʼ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους.
これらを目にしては、その場に居合わせて直接目撃する者だけでなく、ただ話を聞くだけの者であっても、人と船の多さから推し量ることで、その危難の大きさと、両国家の壮大さと力に圧倒されることであることだろう。
§1.26.10οἱ δὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους ταχυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν τάξιν ἀσφαλῆ καὶ δυσπρόσοδον.
しかしローマ人は、航海が外洋で行われることになり、かつ敵船が快速であることを考慮して、あらゆる方向から自らの陣形を安全で敵が接近しがたいものにしようと努めた。
§1.26.11τὰς μὲν οὖν ἑξήρεις δύʼ οὔσας, ἐφʼ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους ἔταξαν.
そこで彼らは、将軍マルクス・アティリウスとルキウス・マンリウスが乗船していた二隻の六段櫂船を、最前列の横陣に並んで並行に配置した。
§1.26.12τούτων δʼ ἑκατέρᾳ συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτερον στόλον ἐπέστησαν, ἀεὶ καθʼ ἑκάστην ναῦν ἑκατέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διάστημα.
そして、これら二隻のそれぞれに後続して一列に船を配し、一方には第一艦隊を、他方には第二艦隊を配置して、各艦隊の船を並べるごとに、両者の間の間隔を常に広げていった。
ταῖς δὲ πρώρραις ἔξω νεύοντα τὰ σκάφη τὴν ἐπίστασιν ἐπʼ ἀλλήλοις εἶχεν.
船首を外側に向けて傾けたそれらの船は、互いに後続する形で配置されていた。
§1.26.13ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔταξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον·
第一艦隊と第二艦隊を単純にくさび形に配置し終えると、彼らはこれらの後ろに一列の横陣として第三の部隊(軍団)を配した。
ὧν ἐπιστάντων ἀπετελέσθη τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως.
これらが配置されたことで、陣形全体の姿は三角形となった。
§1.26.14ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν.
そして、これら(第三の部隊)の後ろに馬匹輸送船を配置し、それらから第三艦隊の船へと牽引索を渡した。
§1.26.15ταύταις δὲ κατόπιν ἐπέβαλον τὸν τέταρτον στόλον, τοὺς τριαρίους κληθέντας, ἐπὶ μίαν παρεκτείναντες ναῦν, ὡς ὑπερτείνειν ἐξ ἑκατέρου τοῦ μέρους τοὺς πρὸ ἑαυτῶν.
そしてこれら(輸送船)の後方に、第四艦隊、すなわちトリアリイと呼ばれた部隊を、一列の横陣に広げて配置した。 これは、前方に位置する者たちよりも両端で外側に突き出るようにするためであった。
§1.26.16καὶ συναρμοσθέντων πάντων κατὰ τὸν εἰρημένον τρόπον, τὸ μὲν ὅλον ἀπετελέσθη σχῆμα τῆς τάξεως ἔμβολον, οὗ τὸ μὲν ἐπὶ τὴν κορυφὴν μέρος ἦν κοῖλον, τὸ δὲ πρὸς τῇ βάσει στερεόν, τὸ δὲ σύμπαν ἐνεργὸν καὶ πρακτικόν, ἅμα δὲ καὶ δυσδιάλυτον.
そして、述べられた方法によってすべてが緊密に組み合わされたとき、陣形全体の姿はくさび形として完成した。 その頂点の側は中空であり、底辺の側は強固であり、全体として機動的で実戦に適し、同時にきわめて崩しがたいものであった。

語釈・文法注

  1. 1.26.2τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν — 「一度そこに侵入した人々にとって」の意。先行詞のない冠詞付き分詞(アオリスト能動態与格複数)であり、形容詞 εὐχείρωτος(征服しやすい)の基準を示す与格として機能している。
  2. 1.26.3ὄντων δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι — 独立属格構文。現在分詞の属格 ὄντων に対して、τῶν μὲν と τῶν δὲ がそれぞれ意味上の主語となっている。前置詞句 πρὸς τὸ κωλύειν(阻止することに向かって)および πρὸς τὸ βιάζεσθαι(強行することに向かって)が述語的に機能している。
  3. 1.26.9καταπλαγείη — 動詞 καταπλήττω のアオリスト受動態希求法三人称単数。主節の ἄν(κἂν = καὶ ἄν 内のもの、および οὐχ οἷον ἄν τις の ἄν)を伴って潜在の希求法として用いられており、「(誰であっても)驚嘆することだろう」という可能性・推量を表す。
  4. 1.26.12τούτων δʼ ἑκατέρᾳ — 指示代名詞 τούτων(属格女性複数、前文の二隻の六段櫂船を指す)に、形容詞 ἑκατέρᾳ(与格女性単数)が係る。「これら二隻のそれぞれに」の意であり、後続の動詞 ἐπέστησαν の与格目的語として機能している。

この箇所を引用する

ポリュビオス, 歴史 §1.26.1-1.26.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.26.1-1.26.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。