§1.26.1σθησαν.
……停泊。
ἦν δὲ τῶν μὲν Ῥωμαίων πρόθεσις εἰς τὴν Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν, ἵνα τοῖς Καρχηδονίοις μὴ περὶ Σικελίας, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῆς ἰδίας χώρας ὁ κίνδυνος γίνηται.
罗马人的意图是驶往利比亚,将战争转移到那里,使迦太基人所面临的危险不再是争夺西西里,而是关乎他们自身和本土。
§1.26.2τοῖς δὲ Καρχηδονίοις τἀναντία τούτων ἐδόκει·
然而迦太基人持有相反的想法。
συνιδόντες γὰρ ὡς εὐέφοδός ἐστιν ἡ Λιβύη καὶ πᾶς ὁ κατὰ τὴν χώραν λαὸς εὐχείρωτος τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν, οὐχ οἷοί τʼ ἦσαν ἐπιτρέπειν, ἀλλὰ διακινδυνεύειν καὶ ναυμαχεῖν ἔσπευδον.
因为他们深知利比亚易受攻击,而且一旦有人攻入,全国的百姓都极易被降服,所以他们无法容忍此事,而是急于冒险进行海战。
§1.26.3ὄντων δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι, προφανὴς ἦν ὁ μέλλων ἀγὼν ἐκ τῆς ἑκατέρων συνίστασθαι φιλοτιμίας.
由于一方意在阻止,另一方意在突破,显而易见,即将来临的斗争必将源于双方的竞争之心。
§1.26.4οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς ἀμφότερα τὴν παρασκευὴν ἁρμόζουσαν ἐποιοῦντο πρός τε τὴν κατὰ θάλατταν χρείαν καὶ πρὸς τὴν ἀπόβασιν τὴν εἰς τὴν πολεμίαν.
因此,罗马人做好了适应这双重目的的准备,既为了海上作战,也为了在敌国领土登陆。
§1.26.5διόπερ ἐπιλέξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖρας διεῖλον τὴν πᾶσαν δύναμιν, ἣν ἤμελλον ἀναλαμβάνειν, εἰς τέτταρα μέρη.
因此,他们从陆军中挑选了最精锐的战士,将准备登船的全部兵力分成了四个部分。
§1.26.6τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχεν προσηγορίας· πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος καὶ τὰ λοιπὰ κατὰ λόγον.
每个部分都有双重名称:第一部分被称为“第一军团”和“第一舰队”,其余各部依此类推。
τὸ δὲ τέταρτον καὶ τρίτην ἐπωνυμίαν ἔτι προσειλήφει· τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν.
而第四部分还获得了第三个名称,即根据陆军的习惯被称为“三线兵(Triarii)”。
§1.26.7καὶ τὸ μὲν σύμπαν ἦν στράτευμα τούτων τῆς ναυτικῆς δυνάμεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκάστης νεὼς λαμβανούσης ἐρέτας μὲν τριακοσίους, ἐπιβάτας δʼ ἑκατὸν εἴκοσιν.
他们的海军全部兵力总计约十四万人,这是按照每艘战船搭载三百名划手和一百二十名战斗人员计算出来的。
§1.26.8οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατταν κίνδυνον· τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ τὸν τῶν νεῶν λόγον.
迦太基人方面,则主要甚至完全是为了海上交战而做准备;根据他们的船只比例计算,他们的总人数实际上超过了十五万人。
§1.26.9ἐφʼ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους.
面对这一切,不仅是身临其境、亲眼目睹的旁观者,甚至仅仅是听闻此事的人,通过人数和船只的数量来推测,也会因危险的巨大以及两国政府的宏大与力量而感到震惊。
§1.26.10οἱ δὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους ταχυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν τάξιν ἀσφαλῆ καὶ δυσπρόσοδον.
而罗马人考虑到航行是在外海进行,且敌军航速极快,便千方百计地使自己的阵形安全且难以接近。
§1.26.11τὰς μὲν οὖν ἑξήρεις δύʼ οὔσας, ἐφʼ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους ἔταξαν.
于是,他们将将领马尔库斯·阿蒂利乌斯和卢基乌斯·曼利乌斯所乘坐的两艘六段桨战船,作为最前列并列排成横阵。
§1.26.12τούτων δʼ ἑκατέρᾳ συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτερον στόλον ἐπέστησαν, ἀεὶ καθʼ ἑκάστην ναῦν ἑκατέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διάστημα.
在这两艘船的后方,他们让船只排成单列纵队,一侧部署第一舰队,另一侧部署第二舰队,每增加一艘船,两侧之间的间距就逐渐扩大。
ταῖς δὲ πρώρραις ἔξω νεύοντα τὰ σκάφη τὴν ἐπίστασιν ἐπʼ ἀλλήλοις εἶχεν.
船头向外偏斜的这些船只,彼此相衔地排列着。
§1.26.13ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔταξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον· ὧν ἐπιστάντων ἀπετελέσθη τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως.
在将第一和第二舰队单纯排成楔形之后,他们在这两支舰队的后方排成了一列横阵的第三军团;随着它们的部署,整个阵形便呈现出三角形。
§1.26.14ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν.
在这些船只之后,他们部署了运马船,并将缆绳从运马船连接到第三舰队的战船上。
§1.26.15ταύταις δὲ κατόπιν ἐπέβαλον τὸν τέταρτον στόλον, τοὺς τριαρίους κληθέντας, ἐπὶ μίαν παρεκτείναντες ναῦν, ὡς ὑπερτείνειν ἐξ ἑκατέρου τοῦ μέρους τοὺς πρὸ ἑαυτῶν.
在这些运马船之后,他们部署了被称为“三线兵”的第四舰队,将它们排成一列横阵展开,使其两端超出排在它们前方的船只。
§1.26.16καὶ συναρμοσθέντων πάντων κατὰ τὸν εἰρημένον τρόπον, τὸ μὲν ὅλον ἀπετελέσθη σχῆμα τῆς τάξεως ἔμβολον, οὗ τὸ μὲν ἐπὶ τὴν κορυφὴν μέρος ἦν κοῖλον, τὸ δὲ πρὸς τῇ βάσει στερεόν, τὸ δὲ σύμπαν ἐνεργὸν καὶ πρακτικόν, ἅμα δὲ καὶ δυσδιάλυτον.
当所有部分按照上述方式紧密结合时,整个阵形呈现为楔形,其顶端部分是中空的,基底部分是坚固的,整体既具有行动力和实战性,同时又极其难以攻破。