Humanitext Reader

ポリュビオス · 歴史 §1.24.1-1.24.13

ハミルカルの奇襲とローマによるシキリア諸都市の攻略

24 / 1311 箇所 · ギリシア語

要旨

海戦の勝利で戦意を昂揚させたローマ軍はシキリアでの作戦を有利に進めるが、カルタゴのハミルカルはローマの同盟軍の不和を突き急襲を成功させる。その後ローマ軍は新たな執政官の下で、シキリアの多数の都市を攻略・占領していく。

§1.24.1οἱ δὲ Ῥωμαῖοι παραδόξως ἀντιπεποιημένοι τῆς κατὰ θάλατταν ἐλπίδος, διπλασίως ἐπερρώσθησαν ταῖς ὁρμαῖς πρὸς τὸν πόλεμον.
一方、ローマ人たちは思いがけず海での希望を手に入れたことで、戦争への意欲を二倍にも強めた。
§1.24.2τότε μὲν οὖν προσσχόντες τῇ Σικελίᾳ τήν τʼ Αἰγεσταίων ἔλυσαν πολιορκίαν ἐσχάτως αὐτῶν ἤδη διακειμένων κατά τε τὴν ἐκ τῆς Αἰγέστης ἀναχώρησιν Μάκελλαν πόλιν κατὰ κράτος εἷλον.
そこで彼らはシキリアに船を寄せ、すでに極限状態に陥っていたアイゲスタ人たちの包囲を解き、アイゲスタからの撤退の途中でマケッラ市を力攻めで陥落させた。
§1.24.3μετὰ δὲ τὴν ναυμαχίαν Ἀμίλκας, ὁ τῶν Καρχηδονίων στρατηγὸς ὁ τεταγμένος ἐπὶ τῶν πεζικῶν δυνάμεων, διατρίβων περὶ Πάνορμον, γνοὺς ἐν τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις στασιάζοντας τοὺς συμμάχους πρὸς τοὺς Ῥωμαίους περὶ τῶν ἐν ταῖς μάχαις πρωτείων, §1.24.4καὶ πυνθανόμενος στρατοπεδεύειν αὐτοὺς καθʼ ἑαυτοὺς τοὺς συμμάχους μεταξὺ τοῦ Παρώπου καὶ τῶν Θερμῶν τῶν Ἱμεραίων, ἐπιπεσὼν αὐτοῖς αἰφνιδίως ἀναστρατοπεδεύουσι μετὰ πάσης τῆς δυνάμεως σχεδὸν εἰς τετρακισχιλίους ἀπέκτεινεν.
海戦の後、陸上部隊を任されていたカルタゴの将軍ハミルカルは、パノルムス周辺に滞在していたが、ローマの陣営において、同盟軍が戦闘での功績の優劣をめぐってローマ人たちと反目し合っていることを知り、さらに、同盟軍がパロポスとヒメラのテルマエとの間に自分たちだけで陣を敷いていると聞き、彼らが陣地を引き払おうとしているところへ全軍を率いて不意に襲いかかり、およそ四千人を殺害した。
§1.24.5μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀννίβας ἔχων τὰς διασωθείσας ναῦς ἀπέπλευσεν εἰς τὴν Καρχηδόνα, μετʼ οὐ πολὺ δʼ ἐκεῖθεν εἰς Σαρδόνα διῆρε, προσλαβὼν ναῦς καί τινας τῶν ἐνδόξων τριηράρχων.
この出来事の後、アンニバルは救出された船を率いてカルタゴへ船出し、それから間もなく、船と何人かの名高き三段櫂船指揮官たちを新たに加えて、サルディニアへと渡った。
§1.24.6χρόνοις δʼ οὐ πολλοῖς κατόπιν ἐν τῇ Σαρδόνι συγκλεισθεὶς ὑπὸ Ῥωμαίων ἔν τινι λιμένι καὶ πολλὰς ἀποβαλὼν τῶν νεῶν, παραυτίκα συλληφθεὶς ὑπὸ τῶν διασωθέντων Καρχηδονίων ἀνεσταυρώθη.
しかしその後まもなく、サルディニアにおいてローマ人にどこかの港に封じ込められ、多くの船を失い、生き残ったカルタゴ人たちにただちに捕らえられて、十字架にかけられた。
§1.24.7Ῥωμαῖοι γὰρ ἅμα τῆς θαλάττης ἥψαντο καὶ τῶν κατὰ Σαρδόνα πραγμάτων εὐθέως ἀντείχοντο.
というのも、ローマ人は海に進出するやいなや、ただちにサルディニアの情勢にも手を伸ばしたからである。
§1.24.8τὰ δʼ ἐν τῇ Σικελίᾳ στρατόπεδα τῶν Ῥωμαίων κατὰ μὲν τὸν ἑξῆς ἐνιαυτὸν οὐδὲν ἄξιον ἔπραξαν λόγου,
一方、シキリアにおけるローマの陸上部隊は、翌年には特筆すべきことを何もしなかった。
§1.24.9τότε δὲ προσδεξάμενοι τοὺς ἐπικαθεσταμένους ἄρχοντας Αὖλον Ἀτίλιον καὶ Γάιον Σολπίκιον ὥρμησαν ἐπὶ τὸν Πάνορμον διὰ τὸ τὰς τῶν Καρχηδονίων δυνάμεις ἐκεῖ παραχειμάζειν.
しかしその後、新たに任命された政務官アウルス・アティリウスとガイウス・スルピキウスを迎えると、カルタゴの軍勢がそこで冬を越していたため、パノルムスに向けて進撃した。
§1.24.10οἱ δὲ στρατηγοὶ συνεγγίσαντες τῇ πόλει μετὰ πάσης τῆς δυνάμεως παρετάξαντο.
将軍たちは全軍を率いてその都市に接近し、陣を敷いた。
τῶν δὲ πολεμίων οὐκ ἀντεξιόντων, πάλιν ἐντεῦθεν ἐποιήσαντο τὴν ὁρμὴν ἐπὶ πόλιν Ἱππάναν,
しかし敵が出撃してこなかったため、そこから再び引き返し、ヒッパナ市に向けて進撃した。
§1.24.11καὶ ταύτην μὲν ἐξ ἐφόδου κατὰ κράτος ἔλαβον, εἷλον δὲ καὶ τὸ Μυττίστρατον, πολλοὺς χρόνους ὑπομεμενηκὸς τὴν πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου.
そして同市を強襲によって力攻めで奪い、また、その場所の堅固さのために長い間包囲に耐えていたミュッティストラトンをも陥落させた。
§1.24.12τὴν δὲ Καμαριναίων πόλιν μικρῷ πρότερον ἀπʼ αὐτῶν ἀποστᾶσαν, τότε προσενέγκαντες ἔργα καὶ καταβαλόντες τὰ τείχη κατέσχον·
また、少し前に彼らから離反していたカマリナの町に対し、当時は攻城兵器を投入して城壁を破壊し、占領した。
ὁμοίως δὲ καὶ τὴν Ἔνναν καὶ ἕτερα πλείω πολισμάτια τῶν Καρχηδονίων.
同様に、エンナや、カルタゴ側の他のいくつかの小都市も占領した。
§1.24.13ἀπὸ δὲ τούτων γενόμενοι Λιπαραίους ἐπεχείρησαν πολιορκεῖν.
これらの作戦を終えると、彼らはリパラの人々を包囲しようと試みた。

語釈・文法注

  1. 1.24.1ἀντιπεποιημένοι τῆς κατὰ θάλατταν ἐλπίδος — 中動態動詞 `ἀντιποιέομαι`(〜を自分たちのものと主張する、努めて手に入れようとする)が属格 `τῆς ... ἐλπίδος`(海における希望)を目的語として取っている。ローマ人が海での覇権や勝利の希望を自分たちのものとして確信したことを表す。
  2. 1.24.2ἐσχάτως αὐτῶν ἤδη διακειμένων — 独立属格構文。人称代名詞 `αὐτῶν` は直前のアイゲスタ人(`Αἰγεσταίων`)を指し、`διακειμένων` は状態を表す自動詞 `διακείμαι` の分詞で、副詞 `ἐσχάτως` を伴って「(包囲されて)極限状態に陥っている」の意を表す。
  3. 1.24.4ἀνάσυστατοπεδεύουσι — 与格複数・現在分詞。代名詞 `αὐτοῖς`(同盟軍を指す)に係り、彼らが不意を突かれたタイミングを叙述する。`ἀναστρατοπεδεύω` は「陣地を引き払って移動する、拔営する」を意味し、彼らが移動準備中の無防備な状態であったことを強調している。
  4. 1.24.12μικρῷ πρότερον — 「差異の程度」を表す与格の用法。名詞/形容詞 `μικρός` の与格形 `μικρῷ` が、時間的な比較を示す副詞 `πρότερον` を修飾して「少し前に、少し以前に」という時間的隔たりを表す表現となっている。

この箇所を引用する

ポリュビオス, 歴史 §1.24.1-1.24.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.24.1-1.24.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。