§1.24.1οἱ δὲ Ῥωμαῖοι παραδόξως ἀντιπεποιημένοι τῆς κατὰ θάλατταν ἐλπίδος, διπλασίως ἐπερρώσθησαν ταῖς ὁρμαῖς πρὸς τὸν πόλεμον.
而罗马人出人意料地确立了在海上夺取胜利的希望,从而使他们投身战争的热情倍增。
§1.24.2τότε μὲν οὖν προσσχόντες τῇ Σικελίᾳ τήν τʼ Αἰγεσταίων ἔλυσαν πολιορκίαν ἐσχάτως αὐτῶν ἤδη διακειμένων κατά τε τὴν ἐκ τῆς Αἰγέστης ἀναχώρησιν Μάκελλαν πόλιν κατὰ κράτος εἷλον.
于是当时他们靠岸西西里,解救了当时已陷入绝境的埃格斯塔人的包围,并在从埃格斯塔撤退的途中,以武力攻占了马凯拉城。
§1.24.3μετὰ δὲ τὴν ναυμαχίαν Ἀμίλκας, ὁ τῶν Καρχηδονίων στρατηγὸς ὁ τεταγμένος ἐπὶ τῶν πεζικῶν δυνάμεων, διατρίβων περὶ Πάνορμον, γνοὺς ἐν τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις στασιάζοντας τοὺς συμμάχους πρὸς τοὺς Ῥωμαίους περὶ τῶν ἐν ταῖς μάχαις πρωτείων, §1.24.4καὶ πυνθανόμενος στρατοπεδεύειν αὐτοὺς καθʼ ἑαυτοὺς τοὺς συμμάχους μεταξὺ τοῦ Παρώπου καὶ τῶν Θερμῶν τῶν Ἱμεραίων, ἐπιπεσὼν αὐτοῖς αἰφνιδίως ἀναστρατοπεδεύουσι μετὰ πάσης τῆς δυνάμεως σχεδὸν εἰς τετρακισχιλίους ἀπέκτεινεν.
海战之后,负责陆军部队的迦太基将领哈米尔卡驻扎在巴诺穆斯附近,他获悉在罗马军营中,盟友们正因战斗中的首功问题而与罗马人发生内讧,又听说这些盟友在帕罗普斯和希梅拉温泉之间独自扎营,便在他们拔营起行之际率领全军突袭,斩杀了近四千人。
§1.24.5μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀννίβας ἔχων τὰς διασωθείσας ναῦς ἀπέπλευσεν εἰς τὴν Καρχηδόνα, μετʼ οὐ πολὺ δʼ ἐκεῖθεν εἰς Σαρδόνα διῆρε, προσλαβὼν ναῦς καί τινας τῶν ἐνδόξων τριηράρχων.
此事之后,汉尼拔带着幸存的战船驶回迦太基,不久后又从那里启航前往撒丁岛,并补充了战船和若干著名的三段舵船长。
§1.24.6χρόνοις δʼ οὐ πολλοῖς κατόπιν ἐν τῇ Σαρδόνι συγκλεισθεὶς ὑπὸ Ῥωμαίων ἔν τινι λιμένι καὶ πολλὰς ἀποβαλὼν τῶν νεῶν, παραυτίκα συλληφθεὶς ὑπὸ τῶν διασωθέντων Καρχηδονίων ἀνεσταυρώθη.
但此后不久,他在撒丁岛被罗马人围困在某一港口内,损失了许多船只,随即被幸存的迦太基人逮捕并处以十字架刑。
§1.24.7Ῥωμαῖοι γὰρ ἅμα τῆς θαλάττης ἥψαντο καὶ τῶν κατὰ Σαρδόνα πραγμάτων εὐθέως ἀντείχοντο.
因为罗马人一旦涉足海洋,便立刻着手干预撒丁岛的事态。
§1.24.8τὰ δʼ ἐν τῇ Σικελίᾳ στρατόπεδα τῶν Ῥωμαίων κατὰ μὲν τὸν ἑξῆς ἐνιαυτὸν οὐδὲν ἄξιον ἔπραξαν λόγου, §1.24.9τότε δὲ προσδεξάμενοι τοὺς ἐπικαθεσταμένους ἄρχοντας Αὖλον Ἀτίλιον καὶ Γάιον Σολπίκιον ὥρμησαν ἐπὶ τὸν Πάνορμον διὰ τὸ τὰς τῶν Καρχηδονίων δυνάμεις ἐκεῖ παραχειμάζειν.
至于罗马在西西里的陆军,在接下来的那一年里没有取得任何值得称道的战果,但随后他们接纳了新任命的长官奥卢斯·阿蒂利乌斯和盖乌斯·苏尔皮基乌斯,并朝巴诺穆斯进发,因为迦太基的军队正在那里过冬。
§1.24.10οἱ δὲ στρατηγοὶ συνεγγίσαντες τῇ πόλει μετὰ πάσης τῆς δυνάμεως παρετάξαντο.
将领们率领全军逼近该城并摆开阵势。
τῶν δὲ πολεμίων οὐκ ἀντεξιόντων, πάλιν ἐντεῦθεν ἐποιήσαντο τὴν ὁρμὴν ἐπὶ πόλιν Ἱππάναν, §1.24.11καὶ ταύτην μὲν ἐξ ἐφόδου κατὰ κράτος ἔλαβον, εἷλον δὲ καὶ τὸ Μυττίστρατον, πολλοὺς χρόνους ὑπομεμενηκὸς τὴν πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου.
由于敌人不出城迎战,他们便从该处撤回,转而向希帕纳城发起进攻,并通过强袭一举攻占了该城。 他们还攻克了米蒂斯特拉通,该城因地势险要而长期坚守、经受住了包围。
§1.24.12τὴν δὲ Καμαριναίων πόλιν μικρῷ πρότερον ἀπʼ αὐτῶν ἀποστᾶσαν, τότε προσενέγκαντες ἔργα καὶ καταβαλόντες τὰ τείχη κατέσχον· ὁμοίως δὲ καὶ τὴν Ἔνναν καὶ ἕτερα πλείω πολισμάτια τῶν Καρχηδονίων.
至于卡马里纳城,该城不久前曾背叛他们,此时他们运来攻城器械,摧毁了城墙并占领了它;同样也占领了恩纳以及属于迦太基人的其他几个小城镇。
§1.24.13ἀπὸ δὲ τούτων γενόμενοι Λιπαραίους ἐπεχείρησαν πολιορκεῖν.
完成这些行动后,他们着手围攻利帕拉人。