§1.2.1ὡς δʼ ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα γένοιτʼ ἂν οὕτως μάλιστʼ ἐμφανές, εἰ τὰς ἐλλογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγραφεῖς τοὺς πλείστους διατέθεινται λόγους, παραβάλοιμεν καὶ συγκρίναιμεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν.
我们的研究所涉及的主题是多么非同寻常和伟大,如果我们将过去最著名的、史家们为其耗费了最多笔墨的那些帝国,与罗马人的卓越地位进行对比和比较,就会以这种方式显得最为清楚。
§1.2.2εἰσὶ δʼ αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται. Πέρσαι κατά τινας καιροὺς μεγάλην ἀρχὴν κατεκτήσαντο καὶ δυναστείαν·
值得进行对比和比较的是以下这些。
ἀλλʼ ὁσάκις ἐτόλμησαν ὑπερβῆναι τοὺς τῆς Ἀσίας ὅρους, οὐ μόνον ὑπὲρ τῆς ἀρχῆς, ἀλλὰ καὶ περὶ σφῶν ἐκινδύνευσαν.
波斯人在某些时期获得了庞大的领土和帝国;但每当他们企图越过亚洲的边界时,不仅其帝国统治,甚至连他们自身的安全都陷入了危险。
§1.2.3Λακεδαιμόνιοι πολλοὺς ἀμφισβητήσαντες χρόνους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἐπειδή ποτʼ ἐκράτησαν, μόλις ἔτη δώδεκα κατεῖχον αὐτὴν ἀδήριτον.
斯巴达人为了希腊人的霸权争夺了很长时间,当他们最终获得霸权时,几乎只维持了十二年没有争议的统治。
§1.2.4Μακεδόνες τῆς μὲν Εὐρώπης ἦρξαν ἀπὸ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἕως ἐπὶ τὸν Ἴστρον ποταμόν, ὃ βραχὺ παντελῶς ἂν φανείη μέρος τῆς προειρημένης χώρας· §1.2.5μετὰ δὲ ταῦτα προσέλαβον τὴν τῆς Ἀσίας ἀρχήν, καταλύσαντες τὴν τῶν Περσῶν δυναστείαν.
马其顿人统治了从亚得里亚海沿岸地区到伊斯特罗斯河的欧洲,这与前述的领土相比,显然只是极小的一部分;此后,他们通过消灭波斯人的帝国而夺取了亚洲的统治权。
ἀλλʼ ὅμως οὗτοι πλείστων δόξαντες καὶ τόπων καὶ πραγμάτων γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον τῆς οἰκουμένης ἀλλότριον.
然而,尽管他们被认为已成为极多地方和事务的主宰,但他们仍然将已知世界的绝大部分留作与己无关的他者。
§1.2.6Σικελίας μὲν γὰρ καὶ Σαρδοῦς καὶ Λιβύης οὐδʼ ἐπεβάλοντο καθάπαξ ἀμφισβητεῖν, τῆς δʼ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδʼ ἐγίνωσκον.
因为对于西西里、撒丁和利比亚,他们甚至根本没有企图去争夺;而对于欧洲西方诸民族中最为好战的部族,直白地说,他们甚至一无所知。
§1.2.7Ῥωμαῖοί γε μὴν οὐ τινὰ μέρη, σχεδὸν δὲ πᾶσαν πεποιημένοι τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς, ἀνυπόστατον μὲν τοῖς ὑπάρχουσι πᾶσιν, ἀνυπέρβλητον δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπεροχὴν κα τέλιπον τῆς αὑτῶν δυναστείας.
然而,罗马人不仅使部分地区,而且使几乎整个已知世界都臣服于自己,从而为自己的帝国统治留下了一种让所有同时代人无法抗拒、也让后世之人无法超越的卓越地位。
§1.2.8περὶ δὲ τοῦ μεντολαδιατ ἐκ τῆς γραφῆς ἐξέσται σαφέστερον κατανοεῖν· ὁμοίως δὲ καὶ περὶ τοῦ πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν ὁ τῆς πραγματικῆς ἱστορίας τρόπος.
关于此事(此处原文有污损),将可以从叙述中更清晰地予以理解;同样,关于实用历史的方法,本质上能够为求知者提供多么丰富和巨大的帮助,也将得以明了。