§1.15.1ἡμῶν εἰρημένα σκοπεῖν ἐκ τούτων πάρεστιν.
〔私たちによって〕語られたことが真実であることは、これらから検討することができる。
ὁ γὰρ Φιλῖνος ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βύβλου φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρακοσίους,
というのも、フィリノスは出来事の始まりと同時に第二巻の巻頭において、カルタゴ人とシュラクサイ人が同盟してメッセネを包囲攻撃していると述べているからである。
§1.15.2παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακοσίους· λαβόντας δὲ πολλὰς πληγὰς ἐπανελθεῖν εἰς τὴν Μεσσήνην· αὖθις δʼ ἐπὶ τοὺς Καρχηδονίους ἐκπορευθέντας οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρίᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν.
そして、海路その都市に到着したローマ人たちが、直ちにシュラクサイ人たちに対して出撃したものの、多くの打撃を被ってメッセネへと退却したこと、次いでカルタゴ人たちに対して出撃したものの、打撃を被っただけでなく、少なからぬ兵士を生け捕りとして失ったことを〔彼は述べている〕。
§1.15.3ταῦτα δʼ εἰπὼν τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας·
これらのことを述べた上で、彼はヒエロンについて、生じた衝突ののち、正気を失うほどになり、直ちに防壁と天幕に火を放って夜間にシュラクサイへと逃亡しただけでなく、メッセネ人の領土に位置する砦をすべて放棄した、と述べている。
§1.15.4ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα διελεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δʼ ὑπαίθρων οὐδʼ ἀντιποιεῖσθαι τολμᾶν ἔτι·
同様に、カルタゴ人たちも戦闘の直後に防壁を放棄して諸都市へと散り散りになり、もはや野外の支配権を争おうとさえしなかった。
διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους βουλεύσασθαι μὴ κρίνειν διὰ μάχης τὰ πράγματα·
それゆえ、彼らの指導者たちも大衆が恐れおののいているのを見て、戦闘によって事態を決することをしないよう決議した、と〔彼は述べている〕。
§1.15.5τοὺς δὲ Ῥωμαίους ἑπομένους αὐτοῖς οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακοσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβαλέσθαι πολιορκεῖν.
そして、ローマ人たちは彼らを追撃して、カルタゴ人とシュラクサイ人の領土を略奪しただけでなく、シュラクサイそのものを包囲しようと企てた、と〔彼は述べている〕。
§1.15.6ταῦτα δʼ, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν ἀλογίας πλήρη καὶ διαστολῆς οὐ προσδεῖται τὸ παράπαν.
しかし、これらの記述は、私に思われるところでは、全くの矛盾に満ちており、いかなる釈明も全く必要としない。
§1.15.7οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσσήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγοντας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορκουμένους καὶ ταῖς ψυχαῖς ἀποδεδειλιακότας ἀπέφηνεν·
なぜなら、メッセネを包囲し、衝突においては勝利していると彼が前提した人々を、彼は逃亡し、野外から退去し、最後には包囲され、心底恐れおののいているものとして描き出したからである。
§1.15.8οὓς δʼ ἡττωμένους καὶ πολιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων καὶ τέλος πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε.
他方で、敗北し包囲されていると彼が前提した人々を、彼は追撃し、ただちに野外を制圧し、最後にはシュラクサイを包囲しているものとして示した。
§1.15.9ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύναται·
これらのことは互いに全く調和し得ない。
πῶς γάρ;
どうして調和し得ようか。
ἀλλʼ ἀναγκαῖον ἢ τὰς ὑποθέσεις εἶναι τὰς πρώτας ψευδεῖς ἢ τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις.
そうではなく、最初の前提が偽りであるか、あるいは生じた事象に関する記述が偽りであるかのいずれかでなければならない。
§1.15.10εἰσὶ δʼ αὗται μὲν ἀληθεῖς·
そして後者は真実である。
καὶ γὰρ ἐξεχώρησαν οἱ Καρχηδόνιοι καὶ Συρακόσιοι τῶν ὑπαίθρων, καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας, ὡς δʼ οὗτός φησι, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κειμένην τῇ τῶν Συρακοσίων καὶ Καρχηδονίων ἐπαρχίᾳ.
なぜなら、実際にカルタゴ人とシュラクサイ人は野外から退去し、ローマ人は彼らのすぐ後ろに迫ってシュラクサイを、さらにこの著者が言うように、シュラクサイとカルタゴの管轄領域の中間に位置するエケトラをも攻撃したからである。
§1.15.11λοιπὸν ἀνάγκη συγχωρεῖν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς, καὶ νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς ἡττημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγγέλθαι.
したがって、発端や前提が偽りであることを認めるほかなく、ローマ人がメッセネ近郊の衝突において直ちに勝利していたにもかかわらず、彼らが敗北したと歴史家によって私たちに報告されていたのである。
§1.15.12Φιλῖνον μὲν οὖν παρʼ ὅλην ἄν τις τὴν πραγματείαν εὕροι τοιοῦτον ὄντα, παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπʼ αὐτῶν δειχθήσεται τῶν καιρῶν.
フィリノスについては、その著作全体を通じてこのような人物であることが見て取れるだろうし、ファビウスも同様である。 そのことは、それぞれの局面において示されるであろう。
§1.15.13ἡμεῖς δʼ ἐπειδὴ τοὺς ἁρμόζοντας πεποιήμεθα λόγους ὑπὲρ τῆς παρεκβάσεως, ἐπανελθόντες ἐπὶ τὰς πράξεις πειρασόμεθα προστιθέντες ἀεὶ τὸν ἑξῆς λόγον εἰς ἀληθινὰς ἐννοίας ἄγειν διὰ βραχέων τοὺς ἐντυγχάνοντας ὑπὲρ τοῦ προειρημένου πολέμου.
私たちは、この脱線について適切な見解を述べ終えたので、実際の歴史的事実へと戻り、これに続く記述を順次付け加えながら、読者を上記の戦争についての真実の理解へと手短に導くよう努めることにする。