Humanitext Reader

波利比奥斯 · 历史 §1.15.1-1.15.13

菲利努斯叙述的矛盾与回归正史

第 15 段,共 1311 段 · 希腊语

内容简介

作者(波利比乌斯)通过罗马人与同盟军战况叙述中的前后不一,指出了历史学家菲利努斯著作中决定性的自相矛盾,并宣布结束插叙,重回历史叙事的主线。

§1.15.1ἡμῶν εἰρημένα σκοπεῖν ἐκ τούτων πάρεστιν.
〔我们所〕说的话属实一事,可由以下事实得以考察。
ὁ γὰρ Φιλῖνος ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βύβλου φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρακοσίους, §1.15.2παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακοσίους· λαβόντας δὲ πολλὰς πληγὰς ἐπανελθεῖν εἰς τὴν Μεσσήνην· αὖθις δʼ ἐπὶ τοὺς Καρχηδονίους ἐκπορευθέντας οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρίᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν.
因为菲利努斯在开始叙述战事以及他的第二卷书时,声称迦太基人与叙拉古人包围着麦西纳并对其作战,而罗马人通过海路抵达该城后,立即向叙拉古人发起攻击;但在遭受重创后退回麦西纳;接着他们再次向迦太基人出击,不仅遭受重创,而且还损失了相当多被生俘的士兵。
§1.15.3ταῦτα δʼ εἰπὼν τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας· §1.15.4ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα διελεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δʼ ὑπαίθρων οὐδʼ ἀντιποιεῖσθαι τολμᾶν ἔτι· διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους βουλεύσασθαι μὴ κρίνειν διὰ μάχης τὰ πράγματα· §1.15.5τοὺς δὲ Ῥωμαίους ἑπομένους αὐτοῖς οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακοσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβαλέσθαι πολιορκεῖν.
他在说了这些之后,又称希伦在冲突发生后变得如此丧失理智,以至于不仅立即放火烧毁了营房和帐篷并于夜间逃往叙拉古,而且还放弃了位于麦西纳人领地内的所有据点;同样,迦太基人也在战斗后立即放弃了营房,分散退入各自的城市,再不敢争夺野外控制权;因此他们的领袖们在看到民众已经丧失斗志后,决定不通过战斗来解决战局;而罗马人紧随其后,不仅蹂躏了迦太基人和叙拉古人的领地,而且还包围了叙拉古本身,企图对其进行围攻。
§1.15.6ταῦτα δʼ, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν ἀλογίας πλήρη καὶ διαστολῆς οὐ προσδεῖται τὸ παράπαν.
在我看来,这些说法充满了彻底的自相矛盾,根本不需要任何澄清。
§1.15.7οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσσήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγοντας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορκουμένους καὶ ταῖς ψυχαῖς ἀποδεδειλιακότας ἀπέφηνεν· §1.15.8οὓς δʼ ἡττωμένους καὶ πολιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων καὶ τέλος πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε.
因为那些被他设定为包围麦西纳并在冲突中获胜的人,他却把他们描绘成逃跑、撤出野外、最终被包围且在精神上完全丧失斗志的人;而那些被他设定为战败并被包围的人,他却展示为追击、立即控制野外,并最终包围叙拉古的人。
§1.15.9ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύναται·
这些事情是绝不可能相互调和的。
πῶς γάρ;
因为怎么可能呢?
ἀλλʼ ἀναγκαῖον ἢ τὰς ὑποθέσεις εἶναι τὰς πρώτας ψευδεῖς ἢ τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις.
相反,要么最初的设想是虚假的,要么关于所发生之事的陈述是虚假的。
§1.15.10εἰσὶ δʼ αὗται μὲν ἀληθεῖς· καὶ γὰρ ἐξεχώρησαν οἱ Καρχηδόνιοι καὶ Συρακόσιοι τῶν ὑπαίθρων, καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας, ὡς δʼ οὗτός φησι, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κειμένην τῇ τῶν Συρακοσίων καὶ Καρχηδονίων ἐπαρχίᾳ.
但后者是真实的;因为迦太基人和叙拉古人确实撤出了野外,而罗马人紧随其后攻击了叙拉古,并且如这位作者所说,还攻击了位于叙拉古和迦太基管辖区正中间的埃克特拉。
§1.15.11λοιπὸν ἀνάγκη συγχωρεῖν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς, καὶ νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς ἡττημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγγέλθαι.
因此,人们不得不承认,开端和前提是虚假的,而罗马人虽然在麦西纳周围的冲突中立即获胜,却被这位历史学家向我们报道为战败。
§1.15.12Φιλῖνον μὲν οὖν παρʼ ὅλην ἄν τις τὴν πραγματείαν εὕροι τοιοῦτον ὄντα, παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπʼ αὐτῶν δειχθήσεται τῶν καιρῶν.
这样,人们会发现菲利努斯在整部著作中都是这种性质,法比乌斯也是如此,这将在具体时机到来时予以证明。
§1.15.13ἡμεῖς δʼ ἐπειδὴ τοὺς ἁρμόζοντας πεποιήμεθα λόγους ὑπὲρ τῆς παρεκβάσεως, ἐπανελθόντες ἐπὶ τὰς πράξεις πειρασόμεθα προστιθέντες ἀεὶ τὸν ἑξῆς λόγον εἰς ἀληθινὰς ἐννοίας ἄγειν διὰ βραχέων τοὺς ἐντυγχάνοντας ὑπὲρ τοῦ προειρημένου πολέμου.
而我们既然已经对这一插叙作了恰当的论述,便重回战事本身,并尝试通过不断增补接下来的叙述,简明地引导读者对前述战争获得真实的理解。

词汇与语法注释

  1. §1.15.3ἔξω γενέσθαι τοῦ φρονεῖν — 由不定式 `γενέσθαι` 结合形容词 `ἔξω` 与带冠词的不定式属格(动名词) `τοῦ φρονεῖν` 构成的习惯表达,字面意思是“走到理智之外”,即“丧失理智”或“发疯”。
  2. §1.15.10αὗται — 阴性复数指示代词 `αὗται` 指代在第 §1.15.9 节中提出的两个对立项之中的后者,即“关于所发生之事的陈述”(`τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις`),意为“而后者是真实的”。
  3. §1.15.11νικώντων εὐθέως τῶν Ῥωμαίων — 属格独立结构。由于它在逻辑上与主句的“宾格加不定式”结构 `ἡττημένους αὐτοὺς ἡμῖν ... ἀπηγγέλθαι`(“他们被向我们报道为战败”)形成对比,因此在此处被解释为让步意义(“虽然罗马人立即获胜”)。

引用这一段

波利比奥斯, 历史 §1.15.1-1.15.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.15.1-1.15.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。