Humanitext Reader

リュシアス · 第三十弁論 二コマコス弾劾 §18-25

財政を圧迫した犠牲祭の増設と厳罰の要求

3 / 4 箇所 · ギリシア語

要旨

原告は、ニコマコスが定められた以上の犠牲祭を勝手に記録して国家の財政を窮地に陥れたことを非難し、彼を厳罰に処すことで他への警告とすべきだと主張する。

§18οἳ τὰ ἐκ τῶν κύρβεων μόνον ἔθυον.
彼らはキュルベスに記されたものだけを犠牲に捧げていたのです。
καίτοι, ὦ ἄνδρες δικασταί, περὶ εὐσεβείας οὐ παρὰ Νικομάχου χρὴ μανθάνειν, ἀλλʼ ἐκ τῶν γεγενημένων σκοπεῖν.
しかしながら、裁判員諸君、敬虔についてはニコマコスから学ぶべきではなく、これまでの歴史的事実から検討すべきです。
οἱ τοίνυν πρόγονοι τὰ ἐκ τῶν κύρβεων θύοντες μεγίστην καὶ εὐδαιμονεστάτην τῶν Ἑλληνίδων τὴν πόλιν παρέδοσαν, ὥστε ἄξιον ἡμῖν τὰς αὐτὰς ἐκείνοις θυσίας ποιεῖσθαι, καὶ εἰ μηδὲν διʼ ἄλλο, τῆς τύχης ἕνεκα τῆς ἐξ ἐκείνων τῶν ἱερῶν γεγενημένης.
実際、先祖たちはキュルベスに記されたものを犠牲に捧げることで、ギリシアの中で最も偉大で最も繁栄した国家を遺したのです。 それゆえ、私たちは彼らと同じ犠牲祭を執り行うのが当然であり、仮に他のいかなる理由もないとしても、それらの犠牲から生じた幸運のためにそうすべきです。
§19πῶς δʼ ἄν τις εὐσεβέστερος γένοιτο ἐμοῦ, ὅστις ἀξιῶ πρῶτον μὲν κατὰ τὰ πάτρια θύειν, ἔπειτα ἃ μᾶλλον συμφέρει τῇ πόλει, ἔτι δὲ ἃ ὁ δῆμος ἐψηφίσατο καὶ δυνησόμεθα δαπανᾶν ἐκ τῶν προσιόντων χρημάτων;
いったいどうして、私よりも敬虔な者がい得ましょうか。 私は第一に祖代々の慣行に従って犠牲を捧げること、第二に国家にとってより有益なものを捧げること、さらに民衆が決議し、かつ私たちが歳入から費用を賄うことができるものを捧げることを求めているのですから。
σὺ δέ, ὦ Νικόμαχε, τούτων τἀναντία πεποίηκας·
ところが、ニコマコスよ、お前はこれらと反対のことを行った。
ἀναγράψας γὰρ πλείω τῶν προσταχθέντων αἴτιος γεγένησαι τὰ προσιόντα χρήματα εἰς ταῦτα μὲν ἀναλίσκεσθαι, ἐν δὲ ταῖς πατρίοις θυσίαις ἐπιλείπειν.
お前は命じられた以上のものを記録することによって、歳入がそれらのために消費され、祖代々の犠牲祭においては不足することの原因となったのだ。
§20αὐτίκα πέρυσιν ἱερὰ ἄθυτα τριῶν ταλάντων γεγένηται τῶν ἐν ταῖς κύρβεσι γεγραμμένων.
例えば、昨年、キュルベスに記されていた犠牲のうち、3タラントン相当の犠牲が捧げられないままとなりました。
καὶ οὐχ οἷόν τε εἰπεῖν ὡς οὐχ ἱκανὰ ἦν ἃ προσῆλθε τῇ πόλει·
しかも、国家に入った歳入が十分でなかったと言うことはできません。
εἰ γὰρ οὗτος μὴ πλείω ἀνέγραψεν ἓξ ταλάντοις, εἴς τε τὰς θυσίας τὰς πατρίους ἂν ἐξήρκεσε καὶ τρία τάλαντα ἂν περιεγένετο τῇ πόλει.
なぜなら、もしこの男が定められたより6タラントン多く記録していなければ、祖代々の犠牲祭にとっても十分であったでしょうし、国家には3タラントンが残ったはずだからです。
περὶ δὲ τῶν εἰρημένων καὶ μάρτυρας ὑμῖν παρέξομαι.
述べたことについて、私はあなた方に証人たちを提示しましょう。
§21Μάρτυρες ἐνθυμεῖσθε τοίνυν, ὧ ἄνδρες δικασταί, ὅτι, ὅταν μὲν κατὰ τὰς συγγραφὰς ποιῶμεν, ἅπαντα τὰ πάτρια θύεται, ἐπειδὰν δὲ κατὰ τὰς στήλας ἃς οὗτος ἀνέγραψε, πολλὰ τῶν ἱερῶν καταλύεται.
〔証人たち〕それゆえ、裁判員諸君、次のことを考慮してください。 すなわち、私たちが合意に従って執り行うときには、祖代々の慣行のすべてが犠牲に捧げられますが、この男が記録したステライに従うときには、多くの犠牲祭が廃止されてしまうのです。
κἀν τούτοις ὁ ἱερόσυλος περιτρέχει, λέγων ὡς εὐσέβειαν ἀλλʼ οὐκ εὐτέλειαν ἀνέγραψε·
そしてこのような状況にあっても、この不届き者は走り回り、自分は安上がりではなく敬虔さを記録したのだと言い張っています。
καὶ εἰ μὴ ταῦτα ὑμῖν ἀρέσκει, ἐξαλείφειν κελεύει, καὶ ἐκ τούτων οἴεται πείθειν ὡς οὐδὲν ἀδικεῖ·
そして、もしこれらがあなた方の気に入らないなら、抹消すればよいと言い、これによって自分は何も不正を行っていないと納得させようとしています。
ὃς ἐν δυοῖν μὲν ἐτοῖν πλείω ἤδη τοῦ δέοντος δώδεκα ταλάντοις ἀνήλωσε, παρʼ ἕκαστον δὲ τὸν ἐνιαυτὸν ἐπεχείρησεν ἓξ ταλάντοις τὴν πόλιν ζημιῶσαι,
彼はすでに2年間で必要以上に12タラントン多く消費し、毎年6タラントンずつ国家に損失を与えようと企てたのです。
§22καὶ ταῦτα ὁρῶν αὐτὴν ἀποροῦσαν χρημάτων καὶ Λακεδαιμονίους μὲν ἀπειλοῦντας, ὅταν μὴ ἀποπέμψωμεν αὐτοῖς τὰ χρήματα, Βοιωτοὺς δὲ σύλας ποιουμένους, ὅτι οὐ δυνάμεθα δύο τάλαντα ἀποδοῦναι, τοὺς δὲ νεωσοίκους καὶ τὰ τείχη περικαταρρέοντα, εἰδὼς δὲ ὅτι ἡ βουλὴ ἡ ἀεὶ βουλεύουσα, ὅταν μὲν ἔχῃ ἱκανὰ χρήματα εἰς διοίκησιν, οὐδὲν ἐξαμαρτάνει, ὅταν δὲ εἰς ἀπορίαν καταστῇ, ἀναγκάζεται εἰσαγγελίας δέχεσθαι καὶ δημεύειν τὰ τῶν πολιτῶν καὶ τῶν ῥητόρων τοῖς τὰ πονηρότατα λέγουσι πείθεσθαι.
しかも、国家が資金不足に窮しており、ラケダイモン人は私たちが資金を送らないと脅し、ボイオティア人は私たちが2タラントンを返済できないために略奪を行っており、船首覆いや城壁が崩れかかっているのを目にしながら。 また、常設の評議会が、行政のための十分な資金を持っているときには何の過ちも犯さないが、困窮に陥ると、弾劾を受理し、市民の財産を没収し、最も邪悪なことを言う弁論家たちに従うことを余儀なくされるということを知りながら、そうしたのです。
§23χρὴ τοίνυν, ὦ ἄνδρες δικασταί, μὴ τοῖς βουλεύουσιν ἑκάστοτε ὀργίζεσθαι, ἀλλὰ τοῖς εἰς τοιαύτας ἀπορίας καθιστᾶσι τὴν πόλιν.
それゆえ、裁判員諸君、その都度評議会を務めている者たちに対して怒るのではなく、国家をそのような窮状に陥れている者たちに対して怒るべきです。
προσέχουσι δὲ τὸν νοῦν οἱ βουλόμενοι τὰ κοινὰ κλέπτειν, ὅπως Νικόμαχος ἀγωνιεῖται·
そして、公金を盗もうと望む者たちは、ニコマコスがどのように裁判を戦うかに注目しています。
οἷς ὑμεῖς, ἐὰν μὴ τοῦτον τιμωρήσησθε, πολλὴν ἄδειαν ποιήσετε·
もしあなた方がこの男を処罰しなければ、彼らに対して大きな不処罰を許すことになるでしょう。
ἐὰν δὲ καταψηφισάμενοι τῶν ἐσχάτων αὐτῶ τιμήσητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους βελτίους ποιήσετε καὶ παρὰ τούτου δίκην εἰληφότες ἔσεσθε.
しかし、もし有罪判決を下して彼に極刑を科すなら、同じ票によって、他の者たちをより善良にすることにもなり、この男から罰を勝ち取ることにもなるのです。
§24ἐπίστασθε δέ, ὦ ἄνδρες δικασταί, ὅτι παράδειγμα τοῖς ἄλλοις ἔσται μὴ τολμᾶν εἰς ὑμᾶς ἐξαμαρτάνειν οὐχ ὅταν τοὺς ἀδυνάτους εἰπεῖν κολάζητε, ἀλλʼ ὅταν παρὰ τῶν δυναμένων λέγειν δίκην λαμβάνητε.
そして裁判員諸君、あなた方に罪を犯すような大胆な真似を他人にさせないための手本となるのは、弁論のできない無力な者たちを罰するときではなく、弁論の才のある有力な者たちから罰を勝ち取るときであることを、あなた方は知っています。
τίς οὖν τῶν ἐν τῇ πόλει ἐπιτηδειότερος Νικομάχου δοῦναι δίκην;
それなら、国家の中で、罰を受けるのにニコマコスよりも適した者が誰かいるでしょうか。
τίς ἐλάττω τὴν πόλιν ἀγαθὰ πεποίηκεν ἢ πλείω ἠδίκηκεν;
国家に対してこれほど良いことをなさず、あるいはこれほど多くの不正を働いた者が誰かいるでしょうか。
§25ὃς καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν ἀναγραφεὺς γενόμενος εἰς ἀμφότερα ταῦτα ἡμάρτηκεν.
この男は、世俗の掟と聖なる法の双方の記録官となりながら、その両方において罪を犯したのです。
ἀναμνήσθητε δὲ ὅτι πολλοὺς ἤδη τῶν πολιτῶν ἐπὶ κλοπῇ χρημάτων ἀπεκτείνατε.
すでにあなた方が公金横領の罪で多くの市民を死刑にしたことを思い出してください。
καίτοι ἐκεῖνοι μὲν τοσοῦτον μόνον ὑμᾶς ἔβλαψαν ὅσον ἐν τῷ παρόντι, οὗτοι δʼ ἐπὶ τῇ τῶν νόμων ἀναγραφῇ δῶρα λαμβάνοντες εἰς ἅπαντα τὸν χρόνον τὴν πόλιν ζημιοῦσι.
しかし、前者の人々はただ現在の時点でそれだけあなた方に害を与えたにすぎないのに対し、彼らは法律の記録に関して賄賂を受け取り、永久にわたって国家に損失を与え続けているのです。

語釈・文法注

  1. §18οἳ τὰ ἐκ τῶν κύρβεων μόνον ἔθυον — 関係代名詞 οἵ の先行詞は、直前の ἐκείνους(アテナイの国家・市民)あるいは歴史的な先祖たちを指す。文脈上、国家が定めた本来の規則に従って古来の犠牲祭を執り行っていた『先祖たち』を意味する。
  2. §20εἰ γὰρ οὗτος μὴ πλείω ἀνέγραψεν ..., ἂν ἐξήρκεσε καὶ ... ἂν περιεγένετο — 過去の事実に反する仮定を表す条件文(反実仮想)。条件節(Protasis)に εἰ +直説法過去(ἀνέγραψεν)、帰結節(Apodosis)に ἄν +直説法過去(ἐξήρκεσε, περιεγένετο)が用いられ、過去において実現しなかった事態を表している。
  3. §22καὶ ταῦτα ὁρῶν ... εἰδὼς δὲ — 分詞 ὁρῶν と εἰδὼς は、主節の主語(ニコマコス)に対する随伴状況、あるいは『〜であることを知りながら』という譲歩の意味を表す。冒頭の καὶ ταῦτα は、直前の『国家に損失を与えようとした』という行為に対し、『しかもこのような窮状を目の当たりにしながら』と、状況の深刻さを強調する副詞的表現である。

この箇所を引用する

リュシアス, 第三十弁論 二コマコス弾劾 §18-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg030.humanitext-grc2:18-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。