Humanitext Reader

吕西亚斯 · 控诉尼科马科斯 §18-25

擅增祭祀耗竭财政与从严惩处的诉求

第 3 段,共 4 段 · 希腊语

内容简介

原告指控尼科马克斯擅自增加超出规定的祭祀记录,从而使城邦财政陷于困境,并主张应对其严惩以儆效尤。

§18οἳ τὰ ἐκ τῶν κύρβεων μόνον ἔθυον.
他们仅按照木碑上的规定举行祭祀。
καίτοι, ὦ ἄνδρες δικασταί, περὶ εὐσεβείας οὐ παρὰ Νικομάχου χρὴ μανθάνειν, ἀλλʼ ἐκ τῶν γεγενημένων σκοπεῖν.
然而,诸位陪审员,我们不应向尼科马克斯学习何为敬神,而应从历史事实中去审视。
οἱ τοίνυν πρόγονοι τὰ ἐκ τῶν κύρβεων θύοντες μεγίστην καὶ εὐδαιμονεστάτην τῶν Ἑλληνίδων τὴν πόλιν παρέδοσαν, ὥστε ἄξιον ἡμῖν τὰς αὐτὰς ἐκείνοις θυσίας ποιεῖσθαι, καὶ εἰ μηδὲν διʼ ἄλλο, τῆς τύχης ἕνεκα τῆς ἐξ ἐκείνων τῶν ἱερῶν γεγενημένης.
因为我们的先辈正是通过举行木碑上规定的祭祀,才给我们留下了一个在希腊最伟大、最繁荣的城邦。 因此,我们理应举行与他们相同的祭祀,即便没有其他原因,也应当为了从那些祭礼中获得的幸运而这样做。
§19πῶς δʼ ἄν τις εὐσεβέστερος γένοιτο ἐμοῦ, ὅστις ἀξιῶ πρῶτον μὲν κατὰ τὰ πάτρια θύειν, ἔπειτα ἃ μᾶλλον συμφέρει τῇ πόλει, ἔτι δὲ ἃ ὁ δῆμος ἐψηφίσατο καὶ δυνησόμεθα δαπανᾶν ἐκ τῶν προσιόντων χρημάτων;
又有谁能比我更敬神呢? 因为我主张:第一,要按照祖宗的传统进行祭祀;第二,要举行更有利于城邦的祭祀;此外,还要举行民众决议过的、且我们能够从财政收入中负担得起的祭祀。
σὺ δέ, ὦ Νικόμαχε, τούτων τἀναντία πεποίηκας· ἀναγράψας γὰρ πλείω τῶν προσταχθέντων αἴτιος γεγένησαι τὰ προσιόντα χρήματα εἰς ταῦτα μὲν ἀναλίσκεσθαι, ἐν δὲ ταῖς πατρίοις θυσίαις ἐπιλείπειν.
而你,尼科马克斯,却做了与此相反的事:由于你抄写了超出指令的祭祀项目,导致我们的财政收入全被消耗在这些项目上,而在祖传的祭祀中反而出现了匮乏。
§20αὐτίκα πέρυσιν ἱερὰ ἄθυτα τριῶν ταλάντων γεγένηται τῶν ἐν ταῖς κύρβεσι γεγραμμένων.
例如,就在去年,木碑上载明的、价值三塔兰同的祭祀仪式便未能举行。
καὶ οὐχ οἷόν τε εἰπεῖν ὡς οὐχ ἱκανὰ ἦν ἃ προσῆλθε τῇ πόλει· εἰ γὰρ οὗτος μὴ πλείω ἀνέγραψεν ἓξ ταλάντοις, εἴς τε τὰς θυσίας τὰς πατρίους ἂν ἐξήρκεσε καὶ τρία τάλαντα ἂν περιεγένετο τῇ πόλει.
而且,我们不能说城邦的财政收入不够;因为如果这个家伙没有多抄写超出规定六塔兰同的项目,那么资金不仅足够用于祖传的祭祀,城邦还会剩下三塔兰同的结余。
περὶ δὲ τῶν εἰρημένων καὶ μάρτυρας ὑμῖν παρέξομαι.
关于我所说的话,我将向你们提供证人。
§21Μάρτυρες ἐνθυμεῖσθε τοίνυν, ὧ ἄνδρες δικασταί, ὅτι, ὅταν μὲν κατὰ τὰς συγγραφὰς ποιῶμεν, ἅπαντα τὰ πάτρια θύεται, ἐπειδὰν δὲ κατὰ τὰς στήλας ἃς οὗτος ἀνέγραψε, πολλὰ τῶν ἱερῶν καταλύεται.
(证人)因此,诸位陪审员,请记住:当我们按照协议行事时,所有的传统祭祀都能得以举行;但当我们按照这个家伙抄写的石碑行事时,许多祭礼便被废除了。
κἀν τούτοις ὁ ἱερόσυλος περιτρέχει, λέγων ὡς εὐσέβειαν ἀλλʼ οὐκ εὐτέλειαν ἀνέγραψε· καὶ εἰ μὴ ταῦτα ὑμῖν ἀρέσκει, ἐξαλείφειν κελεύει, καὶ ἐκ τούτων οἴεται πείθειν ὡς οὐδὲν ἀδικεῖ· ὃς ἐν δυοῖν μὲν ἐτοῖν πλείω ἤδη τοῦ δέοντος δώδεκα ταλάντοις ἀνήλωσε, παρʼ ἕκαστον δὲ τὸν ἐνιαυτὸν ἐπεχείρησεν ἓξ ταλάντοις τὴν πόλιν ζημιῶσαι, §22καὶ ταῦτα ὁρῶν αὐτὴν ἀποροῦσαν χρημάτων καὶ Λακεδαιμονίους μὲν ἀπειλοῦντας, ὅταν μὴ ἀποπέμψωμεν αὐτοῖς τὰ χρήματα, Βοιωτοὺς δὲ σύλας ποιουμένους, ὅτι οὐ δυνάμεθα δύο τάλαντα ἀποδοῦναι, τοὺς δὲ νεωσοίκους καὶ τὰ τείχη περικαταρρέοντα, εἰδὼς δὲ ὅτι ἡ βουλὴ ἡ ἀεὶ βουλεύουσα, ὅταν μὲν ἔχῃ ἱκανὰ χρήματα εἰς διοίκησιν, οὐδὲν ἐξαμαρτάνει, ὅταν δὲ εἰς ἀπορίαν καταστῇ, ἀναγκάζεται εἰσαγγελίας δέχεσθαι καὶ δημεύειν τὰ τῶν πολιτῶν καὶ τῶν ῥητόρων τοῖς τὰ πονηρότατα λέγουσι πείθεσθαι.
在这些情况中,这个亵渎圣物之徒四处奔走,声称他抄写的是敬神而不是省钱;如果你们不喜欢这些,他就叫你们予以抹除,并想借此让你们相信他并无过错——他已经在两年内多花掉了超出必要的十二塔兰同,并且每年都企图给城邦造成六塔兰同的损失,而且他亲眼看到城邦正缺乏资金,拉栖代梦人因为我们不向他们解送款项而发出威胁,波奥提亚人因为我们无力偿还两塔兰同而正在进行强索,船坞和城墙也正在坍塌;他也深知:只要有足够的行政资金,历届议事会便不会犯下任何过错,但一旦陷入困顿,便被迫接受弹劾案、没收公民财产,并屈从于那些发表最邪恶言论的演说家。
§23χρὴ τοίνυν, ὦ ἄνδρες δικασταί, μὴ τοῖς βουλεύουσιν ἑκάστοτε ὀργίζεσθαι, ἀλλὰ τοῖς εἰς τοιαύτας ἀπορίας καθιστᾶσι τὴν πόλιν.
因此,诸位陪审员,我们不应对每届在职的议员发怒,而应对那些使城邦陷于如此困境的人发怒。
προσέχουσι δὲ τὸν νοῦν οἱ βουλόμενοι τὰ κοινὰ κλέπτειν, ὅπως Νικόμαχος ἀγωνιεῖται· οἷς ὑμεῖς, ἐὰν μὴ τοῦτον τιμωρήσησθε, πολλὴν ἄδειαν ποιήσετε· ἐὰν δὲ καταψηφισάμενοι τῶν ἐσχάτων αὐτῶ τιμήσητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους βελτίους ποιήσετε καὶ παρὰ τούτου δίκην εἰληφότες ἔσεσθε.
那些企图窃取公款的人正密切关注着尼科马克斯将如何应对这场诉讼;如果你们不惩罚这个人,你们就会给他们极大的纵容;但如果你们判定他有罪并处以极刑,你们就将通过这同一张选票使其他人变得更好,并且也从这个人身上讨回了公道。
§24ἐπίστασθε δέ, ὦ ἄνδρες δικασταί, ὅτι παράδειγμα τοῖς ἄλλοις ἔσται μὴ τολμᾶν εἰς ὑμᾶς ἐξαμαρτάνειν οὐχ ὅταν τοὺς ἀδυνάτους εἰπεῖν κολάζητε, ἀλλʼ ὅταν παρὰ τῶν δυναμένων λέγειν δίκην λαμβάνητε.
诸位陪审员,你们知道,要想给其他人树立榜样、使其不敢侵害你们,这不在于你们去惩罚那些无力自辩的人,而在于你们向那些能能言善辩的有力者索取惩罚。
τίς οὖν τῶν ἐν τῇ πόλει ἐπιτηδειότερος Νικομάχου δοῦναι δίκην;
那么,城邦中还有谁比尼科马克斯更适合接受惩罚呢?
τίς ἐλάττω τὴν πόλιν ἀγαθὰ πεποίηκεν ἢ πλείω ἠδίκηκεν;
又有谁对城邦做的好事更少、而造成的危害更多呢?
§25ὃς καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν ἀναγραφεὺς γενόμενος εἰς ἀμφότερα ταῦτα ἡμάρτηκεν.
他作为世俗法律和神圣祭仪的抄写员,在这两方面都犯下了罪行。
ἀναμνήσθητε δὲ ὅτι πολλοὺς ἤδη τῶν πολιτῶν ἐπὶ κλοπῇ χρημάτων ἀπεκτείνατε.
请记住,你们以前已经因为盗窃钱财处死了许多公民。
καίτοι ἐκεῖνοι μὲν τοσοῦτον μόνον ὑμᾶς ἔβλαψαν ὅσον ἐν τῷ παρόντι, οὗτοι δʼ ἐπὶ τῇ τῶν νόμων ἀναγραφῇ δῶρα λαμβάνοντες εἰς ἅπαντα τὸν χρόνον τὴν πόλιν ζημιοῦσι.
然而,那些人只是在眼前对你们造成了暂时的损害,而这些人,通过在法律抄写中收受贿赂,却对城邦造成了永久的伤害。

词汇与语法注释

  1. §18οἳ τὰ ἐκ τῶν κύρβεων μόνον ἔθυον — 关系代名词 οἵ 指代前句中的先行词 ἐκείνους(雅典公民/城邦)或更广泛意义上的先辈。在上下文中,它指代那些仅按照木碑(cyrbes)规定进行祭祀的先辈。
  2. §20εἰ γὰρ οὗτος μὴ πλείω ἀνέγραψεν ..., ἂν ἐξήρκεσε καὶ ... ἂν περιεγένετο — 表示与过去事实相反的虚拟条件句(反事实条件句)。条件从句(Protasis)使用 εἰ +直说法语过去时(ἀνέγραψεν),主句(Apodosis)使用 ἄν +直说法语过去时(ἐξήρκεσε, περιεγένετο),表示在过去未曾实现的事实。
  3. §22καὶ ταῦτα ὁρῶν ... εἰδὼς δὲ — 分词 ὁρῶν 和 εἰδὼς 表示伴随状况或让步意义(“尽管他看到……并且知道……”)。开头的 καὶ ταῦτα 是副词性短语,意为“而且是在这种情况下/尤其是”,用以强调他在国家面临严重困难时依然为非作歹的恶劣性。

引用这一段

吕西亚斯, 控诉尼科马科斯 §18-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg030.humanitext-grc2:18-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。