§18ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, οὐκ ἂν δικαίως ὑμᾶς μισεῖν τοὺς ἐν τῇ ὀλιγαρχίᾳ μηδὲν πεπονθότας κακόν, ἐξὸν ὀργίζεσθαι τοῖς εἰς τὸ πλῆθος ἐξημαρτηκόσιν, οὐδὲ τοὺς μὴ φυγόντας ἐχθροὺς νομίζειν, ἀλλὰ τοὺς ὑμᾶς ἐκβαλόντας, οὐδὲ τοὺς προθυμουμένους τὰ ἑαυτῶν σῶσαι, ἀλλὰ τοὺς τὰ τῶν ἄλλων ἀφῃρημένους, οὐδὲ οἳ τῆς σφετέρας αὐτῶν σωτηρίας ἕνεκα ἔμειναν ἐν τῷ ἄστει, ἀλλʼ οἵτινες ἑτέρους ἀπολέσαι βουλόμενοι μετέσχον τῶν πραγμάτων.
裁判員諸官、私は、民衆に対して過ちを犯した者たちに怒る機会があるのに、過頭政下でいかなる害も受けなかった人々をあなたがたが憎むのは不当であり、また亡命しなかった人々を敵とみなすのではなく、あなたがたを追放した人々を、そして自らの財産を守ろうと努めた人々ではなく、他人のものを奪い取った人々を、また自らの生存のために市内に留まった人々ではなく、他人を破滅させようと望んで国政に参画した人々を敵とみなすべきだと考えます。
εἰ δὲ οἴεσθε χρῆναι, οὓς ἐκεῖνοι παρέλιπον ἀδικοῦντες, ὑμεῖς ἀπολέσαι, οὐδεὶς τῶν πολιτῶν ὑπολειφθήσεται.
もし、彼らが不義を働くにあたって除外した人々を、今度はあなたがたが破滅させるべきだと考えるなら、市民は一人も残らないでしょう。
§19σκοπεῖν δὲ χρὴ καὶ ἐκ τῶνδε, ὦ ἄνδρες δικασταί.
\n 裁判員諸官、次のことからも検討せねばなりません。
πάντες γὰρ ἐπίστασθε ὅτι ἐν τῇ προτέρᾳ δημοκρατίᾳ τῶν τὰ τῆς πόλεως πραττόντων πολλοὶ μὲν τὰ δημόσια ἔκλεπτον, ἔνιοι δʼ ἐπὶ τοῖς ὑμετέροις ἐδωροδόκουν, οἱ δὲ συκοφαντοῦντες τοὺς συμμάχους ἀφίστασαν.
あなたがたはみな、以前の民主政において、国政を動かしていた者たちの多くが公金を盗み、ある者たちはあなたがたの利益を犠牲にして賄賂を受け取り、また告発者(シュコパンテース)たちは同盟国を離反させていたことを知っています。
καὶ εἰ μὲν οἱ τριάκοντα τούτους μόνους ἐτιμωροῦντο, ἄνδρας ἀγαθοὺς καὶ ὑμεῖς ἂν αὐτοὺς ἡγεῖσθε·
そして、もし三十人政権がこれらの者たちだけを処罰していたなら、あなたがたも彼らを優れた者たちと考えたことでしょう。
νῦν δέ, ὅτε ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων τὸ πλῆθος κακῶς ποιεῖν ἠξίουν, ἠγανακτεῖτε, ἡγούμενοι δεινὸν εἶναι τὰ τῶν ὀλίγων ἀδικήματα πάσῃ τῇ πόλει κοινὰ γίγνεσθαι.
しかし実際には、彼らが犯した過ちのゆえに民衆を苦しめるべきだと彼らが考えたとき、あなたがたは憤慨しました。 少数の者たちの不義が、城邦全体に共通するものとなるのは耐え難いことだと考えたからです。
§20οὐ τοίνυν ἄξιον χρῆσθαι τούτοις, οἷς ἐκείνους ἑωρᾶτε ἐξαμαρτάνοντας, οὐδὲ ἃ πάσχοντες ἄδικα ἐνομίζετε πάσχειν, ὅταν ἑτέρους ποιῆτε, δίκαια ἡγεῖσθαι, ἀλλὰ τὴν αὐτὴν κατελθόντες περὶ ἡμῶν γνώμην ἔχετε, ἥνπερ φεύγοντες περὶ ὑμῶν αὐτῶν εἴχετε·
\n それゆえ、彼らが犯していたとあなたがたが見ていた過ちを、あなたがた自身が犯すのはふさわしくありません。 また、自分が受けて不当だと考えていた仕打ちを、他人に加えるときに正当なことと考えるべきではありません。 むしろ、帰還した今、あなたがたが亡命中に自分自身について抱いていたのと同じ考えを、市内に留まっていた私たちに対しても抱くべきです。
ἐκ τούτων γὰρ καὶ ὁμόνοιαν πλείστην ποιήσετε, καὶ ἡ πόλις ἔσται μεγίστη, καὶ τοῖς ἐχθροῖς ἀνιαρότατα ψηφιεῖσθε.
なぜなら、これによってあなたがたは最大の協調を生み出し、城邦は最大のものとなり、敵に対して最も苦痛を与える決定を下すことになるからです。
§21ἐνθυμηθῆναι δὲ χρή, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐπὶ τῶν τριάκοντα γεγενημένων, ἵνα τὰ τῶν ἐχθρῶν ἁμαρτήματα ἄμεινον ὑμᾶς ποιήσῃ περὶ τῶν ὑμετέρων αὐτῶν βουλεύσασθαι.
\n 裁判員諸官、三十人政権の下で起こったことについても心に留めるべきです。 それは、敵の過ちによって、あなたがたが自分たちの事柄についてより良く決断できるようになるためです。
ὅτε μὲν γὰρ ἀκούοιτε τοὺς ἐν ἄστει τὴν αὐτὴν γνώμην ἔχειν, μικρὰς ἐλπίδας εἴχετε τῆς καθόδου, ἡγούμενοι τὴν ἡμετέραν ὁμόνοιαν μέγιστον κακὸν εἶναι τῇ ὑμετέρᾳ φυγῇ·
実際、市内の人々が同じ考えを持っているとあなたがたが聞いていたときには、あなたがたは帰還へのわずかな希望しか持っていませんでした。 私たちの協調が、あなたがたの亡命にとって最大の障害であると考えていたからです。
§22ἐπειδὴ δὲ ἐπυνθάνεσθε τοὺς μὲν τρισχιλίους στασιάζοντας, τοὺς δὲ ἄλλους πολίτας ἐκ τοῦ ἄστεως ἐκκεκηρυγμένους, τοὺς δὲ τριάκοντα μὴ τὴν αὐτὴν γνώμην ἔχοντας, πλείους δʼ ὄντας τοὺς ὑπὲρ ὑμῶν δεδιότας ἢ τοὺς ὑμῖν πολεμοῦντας, τότʼ ἤδη καὶ κατιέναι προσεδοκᾶτε καὶ παρὰ τῶν ἐχθρῶν λήψεσθαι δίκην.
\n しかし、三千人が対立し、他の市民たちが市内から追放され、三十人政権のメンバーの意見が一致せず、あなたがたのために恐れている人々のほうがあなたがたに敵対している人々よりも多いと知ったとき、その時になってようやく、あなたがたは帰還すること、そして敵から罰を取り立てることを期待したのです。
ταῦτα γὰρ τοῖς θεοῖς ηὔχεσθε, ἅπερ ἐκείνους ἑωρᾶτε ποιοῦντας, ἡγούμενοι διὰ τὴν τῶν τριάκοντα πονηρίαν πολὺ μᾶλλον σωθήσεσθαι ἢ διὰ τὴν τῶν φευγόντων δύναμιν κατιέναι.
なぜなら、あなたがたは彼らがやっているのを見たそのこと自体を神々に祈っていたのであり、三十人政権の邪悪さのゆえに救われる可能性のほうが、亡命者たちの力によって帰還できる可能性よりもはるかに大きいと考えていたからです。
§23χρὴ τοίνυν, ὦ ἄνδρες δικασταί, τοῖς πρότερον γεγενημένοις παραδείγμασι χρωμένους βουλεύεσθαι περὶ τῶν μελλόντων ἔσεσθαι, καὶ τούτους ἡγεῖσθαι δημοτικωτάτους, οἵτινες ὁμονοεῖν ὑμᾶς βουλόμενοι τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένουσι, νομίζοντες καὶ τῆς πόλεως ταύτην ἱκανωτάτην εἶναι σωτηρίαν καὶ τῶν ἐχθρῶν μεγίστην τιμωρίαν·
\n それゆえ、裁判員諸官、以前に起こった例を参考にして将来について決断すべきであり、あなたがたの協調を望んで誓いや協定を遵守する人々こそを、最も民主政的な人々であるとみなすべきです。 彼らは、これこそが城邦の最も確実な救済であり、敵に対する最大の懲罰であると考えているからです。
οὐδὲν γὰρ ἂν εἴη αὐτοῖς χαλεπώτερον τούτων, ἢ πυνθάνεσθαι μὲν ἡμᾶς μετέχοντας τῶν πραγμάτων, αἰσθάνεσθαι δὲ οὕτως διακειμένους τοὺς πολίτας ὥσπερ μηδενὸς ἐγκλήματος πρὸς ἀλλήλους γεγενημένου.
なぜなら、敵にとって、私たちが国政に参画していると聞くこと、そして市民たちが互いに何の発訴も生じなかったかのように和解しているのを感知すること以上に耐え難いことはないからです。
§24χρὴ δὲ εἰδέναι, ὦ ἄνδρες δικασταί, ὅτι οἱ φεύγοντες τῶν ἄλλων πολιτῶν ὡς πλείστους καὶ διαβεβλῆσθαι καὶ ἠτιμῶσθαι βούλονται, ἐλπίζοντες τοὺς ὑφʼ ὑμῶν ἀδικουμένους ἑαυτοῖς ἔσεσθαι συμμάχους, τοὺς δὲ συκοφάντας εὐδοκιμεῖν δέξαιντʼ ἂν παρʼ ὑμῖν καὶ μέγα δύνασθαι ἐν τῇ πόλει·
\n しかし、裁判員諸官、敵対者は、他の市民ができるだけ多く中傷され、市民権を剥奪されることを望んでいると知るべきです。 なぜなら、あなたがたによって不当な扱いを受ける人々が自分たちの味方になると期待しているからです。 そして彼らは、あなたがたの間で告発者たちが評判を得て、城邦の中で大きな力を持つことを喜んで受け入れるでしょう。
τὴν γὰρ τούτων πονηρίαν ἑαυτῶν ἡγοῦνται σωτηρίαν.
彼らの邪悪さこそが自分たちの救済になると考えているからです。
§25ἄξιον δὲ μνησθῆναι καὶ τῶν μετὰ τοὺς τετρακοσίους πραγμάτων·
\n また、四百人政権の後の出来事を思い出す価値もあります。
εὖ γὰρ εἴσεσθε ὅτι, ἃ μὲν οὗτοι συμβουλεύουσιν, οὐδεπώποτε ὑμῖν ἐλυσιτέλησεν, ἃ δʼ ἐγὼ παραινῶ, ἀμφοτέραις ἀεὶ ταῖς πολιτείαις συμφέρει.
あなたがたは、彼らが勧めていることがあなたがたにとって一度も有益であったことはなく、私が勧めていることが両方の国制において常に有利に働くことをよく知ることになるでしょう。
ἴστε γὰρ Ἐπιγένη καὶ Δημοφάνη καὶ Κλεισθένη ἰδίᾳ μὲν καρπωσαμένους τὰς τῆς πόλεως συμφοράς, δημοσίᾳ δὲ ὄντας μεγίστων κακῶν αἰτίους.
実際、エピゲネス、デモパネス、クレイステネスが、個人的には城邦の不幸を利用して利益を得ながら、公的には最大の災厄の原因となったことを、あなたがたは知っているからです。