Humanitext Reader

吕西亚斯 · 针对颠覆民主政体指控的辩护 §18-25

宽容无辜在城者与恪守誓言实现和睦的呼吁

第 3 段,共 4 段 · 希腊语

内容简介

被告论证陪审员不应惩罚那些留在城内但无罪的公民,而应将愤怒针对真正的罪犯。他警告要提防渴望雅典内部不和的外部敌人,并结合历史先例,呼吁公民遵守誓言、实现城邦和睦。

§18ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, οὐκ ἂν δικαίως ὑμᾶς μισεῖν τοὺς ἐν τῇ ὀλιγαρχίᾳ μηδὲν πεπονθότας κακόν, ἐξὸν ὀργίζεσθαι τοῖς εἰς τὸ πλῆθος ἐξημαρτηκόσιν, οὐδὲ τοὺς μὴ φυγόντας ἐχθροὺς νομίζειν, ἀλλὰ τοὺς ὑμᾶς ἐκβαλόντας, οὐδὲ τοὺς προθυμουμένους τὰ ἑαυτῶν σῶσαι, ἀλλὰ τοὺς τὰ τῶν ἄλλων ἀφῃρημένους, οὐδὲ οἳ τῆς σφετέρας αὐτῶν σωτηρίας ἕνεκα ἔμειναν ἐν τῷ ἄστει, ἀλλʼ οἵτινες ἑτέρους ἀπολέσαι βουλόμενοι μετέσχον τῶν πραγμάτων.
陪审员诸公,我认为,既然你们有机会对那些危害民众的人发怒,那么你们去憎恨在寡头政体下未受任何伤害的人是不公正的;你们也不应该把未流亡的人视为敌人,而应该把那些驱逐你们的人视为敌人;不应该憎恨那些渴望保护自己财产的人,而应该憎恨那些夺走他人财产的人;不应该憎恨那些为了自身安全而留在城内的人,而应该憎恨那些为了毁灭他人而参与国事的人。
εἰ δὲ οἴεσθε χρῆναι, οὓς ἐκεῖνοι παρέλιπον ἀδικοῦντες, ὑμεῖς ἀπολέσαι, οὐδεὶς τῶν πολιτῶν ὑπολειφθήσεται.
如果你们认为应该毁灭那些他们未加伤害而放过的人,那么公民中将没有一个人能剩下来。
§19σκοπεῖν δὲ χρὴ καὶ ἐκ τῶνδε, ὦ ἄνδρες δικασταί.
\n 陪审员诸公,你们还必须从以下几点来考虑。
πάντες γὰρ ἐπίστασθε ὅτι ἐν τῇ προτέρᾳ δημοκρατίᾳ τῶν τὰ τῆς πόλεως πραττόντων πολλοὶ μὲν τὰ δημόσια ἔκλεπτον, ἔνιοι δʼ ἐπὶ τοῖς ὑμετέροις ἐδωροδόκουν, οἱ δὲ συκοφαντοῦντες τοὺς συμμάχους ἀφίστασαν.
因为你们都知道,在先前的民主政体下,管理城邦事务的人中有许多人偷窃公款,有些人以牺牲你们的利益为代价收受贿赂,而告密者则导致盟国叛离。
καὶ εἰ μὲν οἱ τριάκοντα τούτους μόνους ἐτιμωροῦντο, ἄνδρας ἀγαθοὺς καὶ ὑμεῖς ἂν αὐτοὺς ἡγεῖσθε·
如果三十人僭主只惩罚这些人,你们自己也会认为他们是好人。
νῦν δέ, ὅτε ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων τὸ πλῆθος κακῶς ποιεῖν ἠξίουν, ἠγανακτεῖτε, ἡγούμενοι δεινὸν εἶναι τὰ τῶν ὀλίγων ἀδικήματα πάσῃ τῇ πόλει κοινὰ γίγνεσθαι.
但实际上,当他们认为应当为了那些人的过错而虐待民众时,你们感到愤慨,认为少数人的罪行让整个城邦共同承担是极其恶劣的。
§20οὐ τοίνυν ἄξιον χρῆσθαι τούτοις, οἷς ἐκείνους ἑωρᾶτε ἐξαμαρτάνοντας, οὐδὲ ἃ πάσχοντες ἄδικα ἐνομίζετε πάσχειν, ὅταν ἑτέρους ποιῆτε, δίκαια ἡγεῖσθαι, ἀλλὰ τὴν αὐτὴν κατελθόντες περὶ ἡμῶν γνώμην ἔχετε, ἥνπερ φεύγοντες περὶ ὑμῶν αὐτῶν εἴχετε·
\n 因此,你们不应当效仿你们曾看见他们所犯下的那些过错,也不应该在你们把同样的待遇施加于他人时,将自己曾遭受并认为是不公的待遇视为公正。
ἐκ τούτων γὰρ καὶ ὁμόνοιαν πλείστην ποιήσετε, καὶ ἡ πόλις ἔσται μεγίστη, καὶ τοῖς ἐχθροῖς ἀνιαρότατα ψηφιεῖσθε.
相反,现在你们已经归国,应当对我们抱有你们在流亡时对自己抱有的同样信念;因为通过这样做,你们将创造最大的和睦,城邦将变得最强大,而且你们将做出让敌人最为痛苦的决议。
§21ἐνθυμηθῆναι δὲ χρή, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐπὶ τῶν τριάκοντα γεγενημένων, ἵνα τὰ τῶν ἐχθρῶν ἁμαρτήματα ἄμεινον ὑμᾶς ποιήσῃ περὶ τῶν ὑμετέρων αὐτῶν βουλεύσασθαι.
\n 陪审员诸公,你们还必须记住在三十人僭主统治下发生的事情,以便敌人的错误能使你们更好地考虑自己的事务。
ὅτε μὲν γὰρ ἀκούοιτε τοὺς ἐν ἄστει τὴν αὐτὴν γνώμην ἔχειν, μικρὰς ἐλπίδας εἴχετε τῆς καθόδου, ἡγούμενοι τὴν ἡμετέραν ὁμόνοιαν μέγιστον κακὸν εἶναι τῇ ὑμετέρᾳ φυγῇ·
因为当你们听说城内的人们万众一心时,你们对重返家园抱有的希望微乎其微,认为我们的和睦是你们流亡期间最大的灾难。
§22ἐπειδὴ δὲ ἐπυνθάνεσθε τοὺς μὲν τρισχιλίους στασιάζοντας, τοὺς δὲ ἄλλους πολίτας ἐκ τοῦ ἄστεως ἐκκεκηρυγμένους, τοὺς δὲ τριάκοντα μὴ τὴν αὐτὴν γνώμην ἔχοντας, πλείους δʼ ὄντας τοὺς ὑπὲρ ὑμῶν δεδιότας ἢ τοὺς ὑμῖν πολεμοῦντας, τότʼ ἤδη καὶ κατιέναι προσεδοκᾶτε καὶ παρὰ τῶν ἐχθρῶν λήψεσθαι δίκην.
\n 但是,当你们获悉三千人内部发生内讧,其余市民被逐出城外,三十人僭主意见分歧,且为你们担忧的人比与你们作战的人还要多时,那时你们才终于指望能够重返并惩罚敌人。
ταῦτα γὰρ τοῖς θεοῖς ηὔχεσθε, ἅπερ ἐκείνους ἑωρᾶτε ποιοῦντας, ἡγούμενοι διὰ τὴν τῶν τριάκοντα πονηρίαν πολὺ μᾶλλον σωθήσεσθαι ἢ διὰ τὴν τῶν φευγόντων δύναμιν κατιέναι.
因为你们向神明祈求的,正是你们看到他们正在做的事情,你们认为由于三十人僭主的邪恶而使你们得以得救,远比依靠流亡者的力量而得以重返的可能性更大。
§23χρὴ τοίνυν, ὦ ἄνδρες δικασταί, τοῖς πρότερον γεγενημένοις παραδείγμασι χρωμένους βουλεύεσθαι περὶ τῶν μελλόντων ἔσεσθαι, καὶ τούτους ἡγεῖσθαι δημοτικωτάτους, οἵτινες ὁμονοεῖν ὑμᾶς βουλόμενοι τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένουσι, νομίζοντες καὶ τῆς πόλεως ταύτην ἱκανωτάτην εἶναι σωτηρίαν καὶ τῶν ἐχθρῶν μεγίστην τιμωρίαν·
\n 因此,陪审员诸公,你们必须利用过去的先例来考虑未来,并认为那些希望你们和睦、遵守誓言和协议的人是最拥护民主的公民,因为他们认为这是城邦最充分的安全保障,也是对敌人最大的惩罚。
οὐδὲν γὰρ ἂν εἴη αὐτοῖς χαλεπώτερον τούτων, ἢ πυνθάνεσθαι μὲν ἡμᾶς μετέχοντας τῶν πραγμάτων, αἰσθάνεσθαι δὲ οὕτως διακειμένους τοὺς πολίτας ὥσπερ μηδενὸς ἐγκλήματος πρὸς ἀλλήλους γεγενημένου.
因为对他们来说,没有什么比听说我们正在参与国事,并察觉到公民之间的关系如此融洽、仿佛彼此之间从未发生过任何指控更痛苦的了。
§24χρὴ δὲ εἰδέναι, ὦ ἄνδρες δικασταί, ὅτι οἱ φεύγοντες τῶν ἄλλων πολιτῶν ὡς πλείστους καὶ διαβεβλῆσθαι καὶ ἠτιμῶσθαι βούλονται, ἐλπίζοντες τοὺς ὑφʼ ὑμῶν ἀδικουμένους ἑαυτοῖς ἔσεσθαι συμμάχους, τοὺς δὲ συκοφάντας εὐδοκιμεῖν δέξαιντʼ ἂν παρʼ ὑμῖν καὶ μέγα δύνασθαι ἐν τῇ πόλει· τὴν γὰρ τούτων πονηρίαν ἑαυτῶν ἡγοῦνται σωτηρίαν.
\n 陪审员诸公,你们必须知道,那些仍在流亡的人(敌对者)希望其他公民中尽可能多的人受到诽谤和剥夺公民权,希望受到你们不公对待的人能成为他们的盟友,而且他们乐于看到告密者在你们中间享有盛誉并在城邦中拥有巨大的权力;因为他们把这些人的邪恶视为他们自己的救星。
§25ἄξιον δὲ μνησθῆναι καὶ τῶν μετὰ τοὺς τετρακοσίους πραγμάτων· εὖ γὰρ εἴσεσθε ὅτι, ἃ μὲν οὗτοι συμβουλεύουσιν, οὐδεπώποτε ὑμῖν ἐλυσιτέλησεν, ἃ δʼ ἐγὼ παραινῶ, ἀμφοτέραις ἀεὶ ταῖς πολιτείαις συμφέρει.
\n 同样值得回忆四百人政权之后的事件;因为你们将清楚地知道,这些人所建议的事情从未对你们有利,而我所建议的对两种政体总是都有好处。
ἴστε γὰρ Ἐπιγένη καὶ Δημοφάνη καὶ Κλεισθένη ἰδίᾳ μὲν καρπωσαμένους τὰς τῆς πόλεως συμφοράς, δημοσίᾳ δὲ ὄντας μεγίστων κακῶν αἰτίους.
因为你们知道,埃皮格内斯、德莫法内斯和克利斯提尼个人从城邦的不幸中谋取了私利,而在公共事务上,他们则是最大灾难的制造者。

词汇与语法注释

  1. 18ἐξὸν ὀργίζεσθαι — 这是使用非人称动词 ἔξεστι 的中性宾格分词 ἐξόν 的“宾格绝对”句型,表示“既然可以……”或“在有允许机会的情况下”。
  2. 18οὐκ ἂν δικαίως ὑμᾶς μισεῖν — 由主动词 ἡγοῦμαι 引导的带宾格的不定式结构,其中 ὑμᾶς 是不定式 μισεῖν 的逻辑主语。语气词 ἄν 修饰不定式,赋予其潜在或反事实的语气(“你们去憎恨……将是不公正的”)。
  3. 24οἱ φεύγοντες — 在此语境下,这并非指已经归国的民主派流亡者,而是指那些(在三十人僭主垮台后)仍在国外流亡的寡头极端分子,或希望雅典内部不和的敌对者,不可与作为陪审员的归国公民混淆。

引用这一段

吕西亚斯, 针对颠覆民主政体指控的辩护 §18-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg025.humanitext-grc2:18-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。