§10οὔκουν χαλεπὸν γνῶναι, ὦ ἄνδρες δικασταί, ὅτι οὐ περὶ πολιτείας εἰσὶν αἱ πρὸς ἀλλήλους διαφοραί, ἀλλὰ περὶ τῶν ἰδίᾳ συμφερόντων ἑκάστῳ.
したがって、裁判員諸官、互いの対立は国制をめぐるものではなく、各人の個人的な利益をめぐるものであることを理解するのは困難ではありません。
ὑμᾶς οὖν χρὴ ἐκ τούτων δοκιμάζειν τοὺς πολίτας, σκοποῦντας μὲν ὅπως ἦσαν ἐν τῇ δημοκρατίᾳ πεπολιτευμένοι, ζητοῦντας δὲ εἴ τις αὐτοῖς ἐγίγνετο ὠφέλεια τῶν πραγμάτων μεταπεσόντων·
それゆえ、あなたがたは市民たちが民主政下でどのように市民活動を行っていたかを考慮し、国制が変化した時に彼らに何か利益が生じたかどうかを調べることによって、彼らを審査すべきです。
οὕτως γὰρ ἂν δικαιοτάτην τὴν κρίσιν περὶ αὐτῶν ποιοῖσθε.
そのようにしてこそ、彼らに対して最も正当な判断を下すことができるからです。
§11ἐγὼ τοίνυν ἡγοῦμαι, ὅσοι μὲν ἐν τῇ δημοκρατίᾳ ἄτιμοι ἦσαν εὐθύνας δεδωκότες ἢ τῶν ὄντων ἀπεστερημένοι ἢ ἄλλῃ τινὶ συμφορᾷ τοιαύτῃ κεχρημένοι, προσήκειν αὐτοῖς ἑτέρας ἐπιθυμεῖν πολιτείας, ἐλπίζοντας τὴν μεταβολὴν ὠφέλειάν τινα αὑτοῖς ἔσεσθαι·
そこで私は、民主政下で監査を受けて市民権を剥奪されていたり、財産を奪われていたり、その他何かそのような不幸に遭遇していたりした人々にとっては、体制の変更が自分たちに何らかの利益をもたらすことを期待して、別の国制を望むのが自然であると考えます。
ὅσοι δὲ τὸν δῆμον πολλὰ κἀγαθὰ εἰργασμένοι εἰσί, κακὸν δὲ μηδὲν πώποτε, ὀφείλεται δὲ αὐτοῖς χάριν κομίσασθαι παρʼ ὑμῶν μᾶλλον ἢ δοῦναι δίκην τῶν πεπραγμένων, οὐκ ἄξιον τὰς κατὰ τούτων ἀποδέχεσθαι διαβολάς, οὐδʼ ἐὰν πάντες οἱ τὰ τῆς πόλεως πράττοντες ὀλιγαρχικοὺς αὐτοὺς φάσκωσιν εἶναι.
しかし、民衆に対して多くの善行を行い、悪行は一度も行わず、その行いに対して罰を受けるよりも、あなたがたから感謝を受け取るべきである人々に対しては、たとえ国政を取り仕切る者たち全員が彼らを過頭政派であると主張したとしても、彼らに対する誹謗を受け入れるべきではありません。
§12ἐμοὶ τοίνυν, ὦ ἄνδρες δικασταί, οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ συμφορὰ ἐν ἐκείνῳ τῷ χρόνῳ οὐδεμία πώποτε ἐγένετο, ἀνθʼ ἧστινος ἂν προθυμούμενος τῶν παρόντων κακῶν ἀπαλλαγῆναι ἑτέρων ἐπεθύμουν πραγμάτων.
さて、裁判員諸官、私にとっては、あの時代に個人としても公的にもいかなる不幸も一度も生じませんでした。 もし不幸が生じていたなら、私はその目の前の災いから免れたいと切望して、別の国制を望んだことでしょう。
τετριηράρχηκά τε γὰρ πεντάκις, καὶ τετράκις νεναυμάχηκα, καὶ εἰσφορὰς ἐν τῷ πολέμῳ πολλὰς εἰσενήνοχα, καὶ τἆλλα λελῃτούργηκα οὐδενὸς χεῖρον τῶν πολιτῶν.
なぜなら、私は5回三段櫂船艤装を務め、4回海戦を戦い、戦争においては多くの非常税を納め、その他の公共奉仕においても他のどの市民にも劣らず果たしてきたからです。
§13καίτοι διὰ τοῦτο πλείω τῶν ὑπὸ τῆς πόλεως προσταττομένων ἐδαπανώμην, ἵνα καὶ βελτίων ὑφʼ ὑμῶν νομιζοίμην, καὶ εἴ πού μοί τις συμφορὰ γένοιτο, ἄμεινον ἀγωνιζοίμην.
しかも、私が国家から命じられた以上の支出をしたのは、あなたがたからより優れた者とみなされ、万一私に何か不幸が起こったとしても、より有利に裁判を戦うことができるようにするためでした。
ὧν ἐν τῇ ὀλιγαρχίᾳ ἁπάντων ἀπεστερούμην·
これらすべての恩恵を、私は過頭政下で奪われたのです。
οὐ γὰρ τοὺς τῷ πλήθει ἀγαθοῦ τινος αἰτίους γεγενημένους χάριτος παρʼ αὑτῶν ἠξίουν τυγχάνειν, ἀλλὰ τοὺς πλεῖστα κακὰ ὑμᾶς εἰργασμένους εἰς τὰς τιμὰς καθίστασαν, ὡς ταύτην παρʼ ἡμῶν πίστιν εἰληφότες.
なぜなら、彼らは民衆に何らかの善行をもたらした者が感謝されるにふさわしいとはみなさず、むしろ、あなたがたに対して最も多くの悪行を働いた者たちを、忠誠の証を得たものとして名誉ある地位に就けたからです。
ἃ χρὴ πάντας ἐνθυμουμένους μὴ τοῖς τούτων λόγοις πιστεύειν, ἀλλὰ ἐκ τῶν ἔργων σκοπεῖν ἃ ἑκάστῳ τυγχάνει πεπραγμένα.
誰もがこのことを心に留め、彼らの言葉を信じるのではなく、各自が実際に行った事績から判断すべきです。
§14ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, οὔτε τῶν τετρακοσίων ἐγενόμην·
なぜなら裁判員諸官、私は四百人政権のメンバーではありませんでした。
ἢ τῶν κατηγόρων ὁ βουλόμενος παρελθὼν ἐλεγξάτω·
告発者のうち望む者は、前に出てきてそれを証明してみせなさい。
οὐ τοίνυν οὐδʼ ἐπειδὴ οἱ τριάκοντα κατέστησαν, οὐδείς με ἀποδείξει οὔτε βουλεύσαντα οὔτε ἀρχὴν οὐδεμίαν ἄρξαντα.
また、三十人政権が樹立された後も、私が評議員を務めたことも、いかなる官職に就いたことも、誰も証明できないでしょう。
καίτοι εἰ μὲν ἐξόν μοι ἄρχειν μὴ ἐβουλόμην, ὑφʼ ὑμῶν νυνὶ τιμᾶσθαι δίκαιός εἰμι·
もし私が官職に就くことができたのにそれを望まなかったのだとすれば、私は現在あなたがたから名誉を与えられて当等です。
εἰ δὲ οἱ τότε δυνάμενοι μὴ ἠξίουν μοι μεταδιδόναι τῶν πραγμάτων, πῶς ἂν φανερώτερον ἢ οὕτως ψευδομένους ἀποδείξαιμι τοὺς κατηγόρους;
もし当時の権力者たちが私に国政を分担することを認めなかったのであれば、私は告発者たちが嘘をついていることを、これ以上に明白にどのように証明できるでしょうか。
§15ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἐκ τῶν ἄλλων τῶν ἐμοὶ πεπραγμένων ἄξιον σκέψασθαι.
さらに、裁判員諸官、私のその他の事績からも検討する価値があります。
ἐγὼ γὰρ τοιοῦτον ἐμαυτὸν ἐν ταῖς τῆς πόλεως συμφοραῖς παρέσχον ὥστε, εἰ πάντες τὴν αὐτὴν γνώμην ἔσχον ἐμοί, μηδένα ἂν ὑμῶν μηδεμιᾷ χρῆσθαι συμφορᾷ.
私は国家の不幸において、もし全員が私と同じ考えを持っていたなら、あなたがたのうち誰一人としていかなる不幸にも見舞われなかったであろうような者として、自らを振る舞いました。
ὑπʼ ἐμοῦ γὰρ ἐν τῇ ὀλιγαρχίᾳ οὔτε ἀπαχθεὶς οὐδεὶς φανήσεται, οὔτε τῶν ἐχθρῶν οὐδεὶς τετιμωρημένος, οὔτε τῶν φίλων εὖ πεπονθώς §16(καὶ τοῦτο μὲν οὐκ ἄξιον θαυμάζειν·
実際、過頭政において私によって連行された者は一人もいませんし、敵のうちで復讐された者も、友人のうちで恩恵を受けた者もいません(そして、このことは驚くに値しません。
εὖ μὲν γὰρ ποιεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ χαλεπὸν ἦν, ἐξαμαρτάνειν δὲ τῷ βουλομένῳ ῥᾴδιον).
なぜなら、あの時代にあっては、善いことを行うのは困難であり、罪を犯そうと望む者にとっては容易であったからです)。
οὐ τοίνυν οὐδʼ εἰς τὸν κατάλογον Ἀθηναίων καταλέξας οὐδένα φανήσομαι, οὐδὲ δίαιταν καταδιαιτησάμενος οὐδενός, οὐδὲ πλουσιώτερος ἐκ τῶν ὑμετέρων γεγονὼς συμφορῶν.
また、私がアテナイ人の登録簿に誰かを登録したことも、誰かを不利に裁定したことも、あなたがたの不幸に乗じてより富裕になったことも、一切明らかにならないでしょう。
καίτοι εἰ τοῖς τῶν γεγενημένων κακῶν αἰτίοις ὀργίζεσθε, εἰκὸς καὶ τοὺς μηδὲν ἡμαρτηκότας βελτίους ὑφʼ ὑμῶν νομίζεσθαι.
もしあなたがたが、起こった災悪の原因となった者たちに怒るならば、何一つ過ちを犯さなかった者たちがあなたがたからより優れた者とみなされるのは当然のことです。
καὶ μὲν δή, §17ὦ ἄνδρες δικασταί, μεγίστην ἡγοῦμαι περὶ ἐμαυτοῦ τῇ δημοκρατίᾳ πίστιν δεδωκέναι.
そしてさらに、裁判員諸官、私は自分自身について、民主政に対して最大の信頼の証を与えたと考えます。
ὅστις γὰρ τότε οὐδὲν ἐξήμαρτον οὕτω πολλῆς δεδομένης ἐξουσίας, ἦ που νῦν σφόδρα προθυμηθήσομαι χρηστὸς εἶναι, εὖ εἰδὼς ὅτι, ἐὰν ἀδικῶ, παραχρῆμα δώσω δίκην.
なぜなら、あれほど多くの自由な権限が与えられていたあの時に、何一つ過ちを犯さなかった者が、今や不正を働けばただちに罰を受けることをよく知っているのですから、今こそなおさら極めて熱心に善良であろうとするのは確実だからです。
ἀλλὰ γὰρ τοιαύτην διὰ τέλους γνώμην ἔχω, ὥστε ἐν ὀλιγαρχίᾳ μὲν μὴ ἐπιθυμεῖν τῶν ἀλλοτρίων, ἐν δημοκρατίᾳ δὲ τὰ ὄντα προθύμως εἰς ὑμᾶς ἀναλίσκειν.
しかし実際、私は、過頭政にあっては他人の財産を望まず、民主政にあっては自分の財産をあなたがたのために喜んで支出するというような考えを一貫して持ち続けているのです。