Humanitext Reader

吕西亚斯 · 针对颠覆民主政体指控的辩护 §10-17

个人利害与政治忠诚及过往行为的申辩

第 2 段,共 4 段 · 希腊语

内容简介

辩护人论证公民的政治忠诚取决于其个人利益,并通过强调自己过往充分的公共服务以及在寡头统治下未伤害任何人的清白记录来申明无罪。

§10οὔκουν χαλεπὸν γνῶναι, ὦ ἄνδρες δικασταί, ὅτι οὐ περὶ πολιτείας εἰσὶν αἱ πρὸς ἀλλήλους διαφοραί, ἀλλὰ περὶ τῶν ἰδίᾳ συμφερόντων ἑκάστῳ.
确定不难理解,陪审员诸公,我们彼此之间的分歧并不在于政体,而是在于每个人的个人利益。
ὑμᾶς οὖν χρὴ ἐκ τούτων δοκιμάζειν τοὺς πολίτας, σκοποῦντας μὲν ὅπως ἦσαν ἐν τῇ δημοκρατίᾳ πεπολιτευμένοι, ζητοῦντας δὲ εἴ τις αὐτοῖς ἐγίγνετο ὠφέλεια τῶν πραγμάτων μεταπεσόντων· οὕτως γὰρ ἂν δικαιοτάτην τὴν κρίσιν περὶ αὐτῶν ποιοῖσθε.
因此,你们应当根据这些标准来考验公民,既要考虑他们在民主政体下是如何参与政治的,也要调查当政局发生变化时,他们是否得到了什么好处;因为只有这样,你们才能对他们做出最公正的判决。
§11ἐγὼ τοίνυν ἡγοῦμαι, ὅσοι μὲν ἐν τῇ δημοκρατίᾳ ἄτιμοι ἦσαν εὐθύνας δεδωκότες ἢ τῶν ὄντων ἀπεστερημένοι ἢ ἄλλῃ τινὶ συμφορᾷ τοιαύτῃ κεχρημένοι, προσήκειν αὐτοῖς ἑτέρας ἐπιθυμεῖν πολιτείας, ἐλπίζοντας τὴν μεταβολὴν ὠφέλειάν τινα αὑτοῖς ἔσεσθαι· ὅσοι δὲ τὸν δῆμον πολλὰ κἀγαθὰ εἰργασμένοι εἰσί, κακὸν δὲ μηδὲν πώποτε, ὀφείλεται δὲ αὐτοῖς χάριν κομίσασθαι παρʼ ὑμῶν μᾶλλον ἢ δοῦναι δίκην τῶν πεπραγμένων, οὐκ ἄξιον τὰς κατὰ τούτων ἀποδέχεσθαι διαβολάς, οὐδʼ ἐὰν πάντες οἱ τὰ τῆς πόλεως πράττοντες ὀλιγαρχικοὺς αὐτοὺς φάσκωσιν εἶναι.
因此我认为,凡是在民主政体下,在交付审计后被剥夺公民权、或被剥夺财产、或遭遇了任何其他此类不幸的人,他们很自然会渴望另一种政体,希望政变能给他们带来某种好处;但是,对于那些为民众做过许多好事、且从未作恶,理应从你们那里获得感激、而不是为过去的所作所为受到惩罚的人,不应当听信对他们的诽谤,即使所有管理城邦事务的人都宣称他们是寡头派也不行。
§12ἐμοὶ τοίνυν, ὦ ἄνδρες δικασταί, οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ συμφορὰ ἐν ἐκείνῳ τῷ χρόνῳ οὐδεμία πώποτε ἐγένετο, ἀνθʼ ἧστινος ἂν προθυμούμενος τῶν παρόντων κακῶν ἀπαλλαγῆναι ἑτέρων ἐπεθύμουν πραγμάτων.
至于我,陪审员诸公,在那个时候,无论是在个人还是在公共方面,从未遭遇过任何不幸,以至于我会因为渴望摆脱眼前的灾难而渴望另一种政局。
τετριηράρχηκά τε γὰρ πεντάκις, καὶ τετράκις νεναυμάχηκα, καὶ εἰσφορὰς ἐν τῷ πολέμῳ πολλὰς εἰσενήνοχα, καὶ τἆλλα λελῃτούργηκα οὐδενὸς χεῖρον τῶν πολιτῶν.
因为我曾五次担任三列桨战船舤装长,四次参加海战,在战争中缴纳了许多战税,并在其他公共服务中不比任何市民差。
§13καίτοι διὰ τοῦτο πλείω τῶν ὑπὸ τῆς πόλεως προσταττομένων ἐδαπανώμην, ἵνα καὶ βελτίων ὑφʼ ὑμῶν νομιζοίμην, καὶ εἴ πού μοί τις συμφορὰ γένοιτο, ἄμεινον ἀγωνιζοίμην.
然而,我之所以支出超出城邦规定的费用,正是为了能被你们认为更加优秀,并且万一我遭遇什么不幸,我也能在法庭上处于更有利的地位。
ὧν ἐν τῇ ὀλιγαρχίᾳ ἁπάντων ἀπεστερούμην· οὐ γὰρ τοὺς τῷ πλήθει ἀγαθοῦ τινος αἰτίους γεγενημένους χάριτος παρʼ αὑτῶν ἠξίουν τυγχάνειν, ἀλλὰ τοὺς πλεῖστα κακὰ ὑμᾶς εἰργασμένους εἰς τὰς τιμὰς καθίστασαν, ὡς ταύτην παρʼ ἡμῶν πίστιν εἰληφότες.
但在寡头政体下,我被剥夺了所有这些恩典;因为他们不认为那些给民众带来某种好处的人理应得到他们的感激,反而把那些对你们造成最大伤害的人安插在尊贵的职位上,视之为从我们这里得到了忠诚的保证。
ἃ χρὴ πάντας ἐνθυμουμένους μὴ τοῖς τούτων λόγοις πιστεύειν, ἀλλὰ ἐκ τῶν ἔργων σκοπεῖν ἃ ἑκάστῳ τυγχάνει πεπραγμένα.
大家都应当牢记这一点,不要相信他们的言辞,而应当从每个人实际所做的事迹来考察。
§14ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, οὔτε τῶν τετρακοσίων ἐγενόμην· ἢ τῶν κατηγόρων ὁ βουλόμενος παρελθὼν ἐλεγξάτω·
因为我,陪审员诸公,既没有成为四百人议会的成员;让控告者中任何愿意的人走上前来进行驳斥。
οὐ τοίνυν οὐδʼ ἐπειδὴ οἱ τριάκοντα κατέστησαν, οὐδείς με ἀποδείξει οὔτε βουλεύσαντα οὔτε ἀρχὴν οὐδεμίαν ἄρξαντα.
而且,在三十人僭主建立之后,没有人能证明我曾担任议员或担任过任何官职。
καίτοι εἰ μὲν ἐξόν μοι ἄρχειν μὴ ἐβουλόμην, ὑφʼ ὑμῶν νυνὶ τιμᾶσθαι δίκαιός εἰμι· εἰ δὲ οἱ τότε δυνάμενοι μὴ ἠξίουν μοι μεταδιδόναι τῶν πραγμάτων, πῶς ἂν φανερώτερον ἢ οὕτως ψευδομένους ἀποδείξαιμι τοὺς κατηγόρους;
然而,如果我本可以做官却不想做,那么我现在理应受到你们的尊重;但如果当时的掌权者不认为应当让我参与国事,我还能如何比这更清楚地证明控告者在撒谎呢?
§15ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἐκ τῶν ἄλλων τῶν ἐμοὶ πεπραγμένων ἄξιον σκέψασθαι.
此外,陪审员诸公,从我所做的其他事情中也值得思考。
ἐγὼ γὰρ τοιοῦτον ἐμαυτὸν ἐν ταῖς τῆς πόλεως συμφοραῖς παρέσχον ὥστε, εἰ πάντες τὴν αὐτὴν γνώμην ἔσχον ἐμοί, μηδένα ἂν ὑμῶν μηδεμιᾷ χρῆσθαι συμφορᾷ.
因为我在城邦遭遇不幸时表现出了这样的品格:如果所有人都和我抱有同样的看法,你们中就不会有任何人遭遇任何不幸。
ὑπʼ ἐμοῦ γὰρ ἐν τῇ ὀλιγαρχίᾳ οὔτε ἀπαχθεὶς οὐδεὶς φανήσεται, οὔτε τῶν ἐχθρῶν οὐδεὶς τετιμωρημένος, οὔτε τῶν φίλων εὖ πεπονθώς §16(καὶ τοῦτο μὲν οὐκ ἄξιον θαυμάζειν· εὖ μὲν γὰρ ποιεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ χαλεπὸν ἦν, ἐξαμαρτάνειν δὲ τῷ βουλομένῳ ῥᾴδιον).
因为可以发现,在寡头政体下,没有任何人被我逮捕,没有任何敌人受到惩罚,没有任何朋友(不当)获益(这并不值得惊讶;因为在那个时候,做好事是困难的,而对于想要作恶的人来说则是容易的)。
οὐ τοίνυν οὐδʼ εἰς τὸν κατάλογον Ἀθηναίων καταλέξας οὐδένα φανήσομαι, οὐδὲ δίαιταν καταδιαιτησάμενος οὐδενός, οὐδὲ πλουσιώτερος ἐκ τῶν ὑμετέρων γεγονὼς συμφορῶν.
而且可以发现,我从未将任何雅典人登记在(处决的)名单上,也没有做出不利于任何人的仲裁,更没有从你们的不幸中变得更加富裕。
καίτοι εἰ τοῖς τῶν γεγενημένων κακῶν αἰτίοις ὀργίζεσθε, εἰκὸς καὶ τοὺς μηδὲν ἡμαρτηκότας βελτίους ὑφʼ ὑμῶν νομίζεσθαι.
然而,如果你们对过去灾难的制造者感到愤怒,那么理所当然,毫无过错的人也应该被你们认为更加优秀。
καὶ μὲν δή, §17ὦ ἄνδρες δικασταί, μεγίστην ἡγοῦμαι περὶ ἐμαυτοῦ τῇ δημοκρατίᾳ πίστιν δεδωκέναι.
而且,陪审员诸公,我认为我已经向民主政体提供了关于我自己最大的信用保证。
ὅστις γὰρ τότε οὐδὲν ἐξήμαρτον οὕτω πολλῆς δεδομένης ἐξουσίας, ἦ που νῦν σφόδρα προθυμηθήσομαι χρηστὸς εἶναι, εὖ εἰδὼς ὅτι, ἐὰν ἀδικῶ, παραχρῆμα δώσω δίκην.
因为在那个时候,在拥有如此巨大权柄的情况下,都没有犯下任何过错的人,现在肯定会非常渴望成为一个优秀的市民,因为他深知,如果自己作恶,立时就会受到惩罚。
ἀλλὰ γὰρ τοιαύτην διὰ τέλους γνώμην ἔχω, ὥστε ἐν ὀλιγαρχίᾳ μὲν μὴ ἐπιθυμεῖν τῶν ἀλλοτρίων, ἐν δημοκρατίᾳ δὲ τὰ ὄντα προθύμως εἰς ὑμᾶς ἀναλίσκειν.
但我始终抱有这样的信念:在寡头政体下不觊觎他人的财产,在民主政体下则乐意将自己的财产为你们而支出。

词汇与语法注释

  1. §10σκοποῦντας μὲν... ζητοῦντας δὲ... — 分词 `σκοποῦντας` 和 `ζητοῦντας` 是修饰非人称动词 `χρή` 的对格主语 `ὑμᾶς` 的伴随分词,说明了进行主句动作 `δοκιμάζειν` 时所应采取的具体手段与考量标准。
  2. §11προσήκειν αὐτοῖς ἑτέρας ἐπιθυμεῖν πολιτείας — 由主句动词 `ἡγοῦμαι` 引导的对格与不定式结构(间接引语)。`προσήκειν` 作非人称使用,支配与格 `αὐτοῖς`(“对他们而言是适宜的”),并带不定式 `ἐπιθυμεῖν`,后者进一步支配属格宾语 `ἑτέρας πολιτείας`。

引用这一段

吕西亚斯, 针对颠覆民主政体指控的辩护 §10-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg025.humanitext-grc2:10-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。