§1ὑμῖν μὲν πολλὴν συγγνώμην ἔχω, ὦ ἄνδρες δικασταί, ἀκούουσι τοιούτων λόγων καὶ ἀναμιμνῃσκομένοις τῶν γεγενημένων, ὁμοίως ἅπασιν ὀργίζεσθαι τοῖς ἐν ἄστει μείνασι·
裁判員諸官、あなたがたがこのような弁論を聞き、過去に起こったことを思い起こすとき、市に留まった者たち全員に対して一様に怒りを抱くことに対して、私は大いに同情いたします。
τῶν δὲ κατηγόρων θαυμάζω, οἳ ἀμελοῦντες τῶν οἰκείων τῶν ἀλλοτρίων ἐπιμέλονται, εἰ σαφῶς εἰδότες τοὺς μηδὲ ἀδικοῦντας καὶ τοὺς πολλὰ ἐξημαρτηκότας ζητοῦσι ὑμᾶς πείθειν περὶ ἁπάντων ἡμῶν τὴν γνώμην ταύτην ἔχειν.
しかし、告発者たちには驚かざるを得ません。 彼らは自分のことは顧みず他人のことに干渉しているのですが、全く罪のない者たちと、多くの罪を犯した者たちとをはっきりと知りながら、私たち全員に対してあなたがたがそのような考えを抱くよう説得しようとしているからです。
§2εἰ μὲν οὖν οἴονται, ὅσα ὑπὸ τῶν τριάκοντα γεγένηται τῇ πόλει, ἐμοῦ κατηγορηκέναι, ἀδυνάτους αὐτοὺς ἡγοῦμαι λέγειν·
もし彼らが、三十人政権によって国家に対してなされたあらゆる悪行を、私を告発するために語ったと思っているのなら、私は彼らが語る能力において不十分であると考えます。
οὐδὲ γὰρ πολλοστὸν μέρος τῶν ἐκείνοις πεπραγμένων εἰρήκασιν·
なぜなら彼らは、あの一味によって行われたことのほんのわずかな部分さえも語っていないからです。
εἰ δὲ ὡς ἐμοί τι προσῆκον περὶ αὐτῶν ποιοῦνται τοὺς λόγους, ἀποδείξω τούτους μὲν ἅπαντα ψευδομένους, ἐμαυτὸν δὲ τοιοῦτον ὄντα οἷόσπερ ἂν τῶν ἐκ Πειραιῶς ὁ βέλτιστος ἐν ἄστει μείνας ἐγένετο.
しかし、もしそれらの悪行のどれかが私に関連しているかのように彼らが弁論を行っているのだとすれば、私は彼らが全面的に偽りを述べていること、そして私自身は、ピレウスからの帰還者のうち最も優れた者が市に留まっていたとしたらそうであったろうような、まさにそのような人間であることを証明しましょう。
§3δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, μὴ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς συκοφάνταις.
裁判員諸官、私はあなたがたに、あの密告者たちと同じ考えを持たないよう懇願します。
τούτων μὲν γὰρ ἔργον ἐστὶ καὶ τοὺς μηδὲν ἡμαρτηκότας εἰς αἰτίαν καθιστάναι (ἐκ τούτων γὰρ ἂν μάλιστα χρηματίζοιντο), ὑμέτερον δὲ τοῖς μηδὲν ἀδικοῦσιν ἐξ ἴσου τῆς πολιτείας μεταδιδόναι·
なぜなら、全く罪のない者たちさえも罪に陥れることが彼らの本領だからであり(彼らはそこから最も利益を得るのです)、全く罪のない者たちに平等に国政を分け与えることこそが、あなたがたの務めだからです。
οὕτω γὰρ ἂν τοῖς καθεστηκόσι πράγμασι πλείστους συμμάχους ἔχοιτε.
そのようにしてこそ、あなたがたは現体制に対して最も多くの味方を持つことができるでしょう。
§4ἀξιῶ δέ ὦ ἄνδρες δικασταί, ἐάνπερ φανῶ συμφορᾶς μὲν μηδεμιᾶς αἴτιος γεγενημένος, πολλὰ δὲ κἀγαθὰ εἰργασμένος τὴν πόλιν καὶ τῷ σώματι καὶ τοῖς χρήμασι, ταῦτα γοῦν μοι παρʼ ὑμῶν ὑπάρχειν, ὧν οὐ μόνον τοὺς εὖ πεποιηκότας ἀλλὰ καὶ τοὺς μηδὲν ἀδικοῦντας τυγχάνειν δίκαιόν ἐστι.
裁判員諸官、もし私が何一つ不幸の原因となっておらず、肉体によっても財産によっても国家に対して多くの善行を行ってきたことが明らかになるならば、少なくともそれらの恩恵があなたがたから私に与えられて当然であると私は考えます。 それは、善行を施した者だけでなく、全く不義を行っていない者も得ることが正当であるような恩恵です。
μέγα μὲν οὗν ἡγοῦμαί μοι τεκμήριον εἶναι,
さて、私にとって大きな証拠となるのは次のことだと考えます。
§5ὅτι, εἴπερ ἐδύναντο οἱ κατήγοροι ἰδίᾳ με ἀδικοῦντα ἐξελέγξαι, οὐκ ἂν τὰ τῶν τριάκοντα ἁμαρτήματα ἐμοῦ κατηγόρουν, οὐδʼ ἂν ᾤοντο χρῆναι ὑπὲρ τῶν ἐκείνοις πεπραγμένων ἑτέρους διαβάλλειν, ἀλλʼ αὐτοὺς τοὺς ἀδικοῦντας τιμωρεῖσθαι·
すなわち、もし告発者たちが、私個人が不正を働いたことを証明できたのであれば、彼らは三十人政権の過失を私のせいにして告発することはなかったでしょうし、あの一味の仕業のために他者を誹謗すべきだとも思わず、まさに不正を働いた当事者たちを処罰すべきだと思ったはずだ、ということです。
νῦν δὲ νομίζουσι τὴν πρὸς ἐκείνους ὀργὴν ἱκανὴν εἶναι καὶ τοὺς μηδὲν κακὸν εἰργασμένους ἀπολέσαι.
しかし実際には、彼らはあの一味に対するあなたがたの怒りが、全く悪事を行っていない者たちをも破滅させるのに十分であると考えているのです。
§6ἐγὼ δὲ οὐχ ἡγοῦμαι δίκαιον εἶναι οὔτε εἴ τινες τῇ πόλει πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται, ἄλλους τινὰς ὑπὲρ τούτων τιμὴν ἢ χάριν κομίσασθαι παρʼ ὑμῶν, οὔτʼ εἴ τινες πολλὰ κακὰ εἰργασμένοι εἰσίν, εἰκότως ἂν διʼ ἐκείνους τοὺς μηδὲν ἀδικοῦντας ὀνείδους καὶ διαβολῆς τυγχάνειν·
しかし私は、ある人々が国家に対して多くの善行の原因となったからといって、他の誰かがその代わりにあなたがたから名誉や感謝を受け取ることも、またある人々が多くの悪行を働いたからといって、その者たちのせいで、全く罪のない人々が非難や誹謗を受けるのが当然であるとも思いません。
ἱκανοὶ γὰρ οἱ ὑπάρχοντες ἐχθροὶ τῇ πόλει καὶ μέγα κέρδος νομίζοντες εἶναι τοὺς ἀδίκως ἐν ταῖς διαβολαῖς καθεστηκότας.
なぜなら、国家にはすでに十分な敵が存在しており、彼らは不当に誹謗にさらされている人々を大きな利益とみなしているからです。
§7πειράσομαι δʼ ὑμᾶς διδάξαι, οὓς ἡγοῦμαι τῶν πολιτῶν προσήκειν ὀλιγαρχίας ἐπιθυμεῖν καὶ οὓς δημοκρατίας.
そこで私は、市民のうちどのような人々が過頭政を望み、どのような人々が民主政を望むのが自然であるか、あなたがたに説明することを試みましょう。
ἐκ τούτου γὰρ καὶ ὑμεῖς γνώσεσθε, κἀγὼ περὶ ἐμαυτοῦ τὴν ἀπολογίαν ποιήσομαι, ἀποφαίνων ὡς οὔτε ἐξ ὧν ἐν δημοκρατίᾳ οὔτε ἐξ ὧν ἐν ὀλιγαρχίᾳ πεποίηκα, οὐδέν μοι προσῆκον κακόνουν εἶναι τῷ πλήθει τῷ ὑμετέρῳ.
なぜなら、これによってあなたがたも真実を理解されるでしょうし、私も、民主政下で行ったことからも過頭政下で行ったことからも、私があなたがたの民衆に対して敵意を抱く理由など全くないことを示しつつ、自分自身の弁明をすることができるからです。
§8πρῶτον μὲν οὖν ἐνθυμηθῆναι χρὴ ὅτι οὐδείς ἐστιν ἀνθρώπων φύσει οὔτε ὀλιγαρχικὸς οὔτε δημοκρατικός, ἀλλʼ ἥτις ἄν ἑκάστῳ πολιτεία συμφέρῃ, ταύτην προθυμεῖται καθεστάναι·
まず第一に、人間は生まれつき過頭政派であるわけでも民主政派であるわけでもなく、各々にとってどちらの国制が利益になるかに応じて、その国制が確立されることを切望するのだということを心に留めるべきです。
ὥστε οὐκ ἐλάχιστον ἐν ὑμῖν ἐστι μέρος ὡς πλείστους ἐπιθυμεῖν τῶν παρόντων νυνὶ πραγμάτων.
したがって、できるだけ多くの人々が現行の体制を望むようにすることは、あなたがたの振る舞いにかかっている部分が少なからずあるのです。
καὶ ταῦτα ὅτι οὕτως ἔχει, οὐ χαλεπῶς ἐκ τῶν πρότερον γεγενημένων μαθήσεσθε.
そして、このことがその通りであることを、あなたがたは過去の出来から容易に知ることができるでしょう。
§9σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, τοὺς προστάντας ἀμφοτέρων τῶν πολιτειῶν, ὁσάκις δὴ μετεβάλοντο.
裁判員諸官、両方の国制の指導者たちが、これまでにどれほど何度も立場を変えたかを考えてみてください。
οὐ Φρύνιχος μὲν καὶ Πείσανδρος καὶ οἱ μετʼ ἐκείνων δημαγωγοί, ἐπειδὴ πολλὰ εἰς ὑμᾶς ἐξήμαρτον, τὰς περὶ τούτων δείσαντες τιμωρίας τὴν προτέραν ὀλιγαρχίαν κατέστησαν, πολλοὶ δὲ τῶν τετρακοσίων μετὰ τῶν ἐκ Πειραιῶς συγκατῆλθον, ἔνιοι δὲ τῶν ἐκείνους ἐκβαλόντων αὐτοὶ αὖθις τῶν τριάκοντα ἐγένοντο;
フリュニコスやペイサンドロス、そして彼らとともにいた民衆指導者たちは、あなたがたに対して多くの過ちを犯した後、それに対する処罰を恐れて、最初の過頭政を樹立したのではなかったでしょうか。 また、四百人政権のメンバーのうちの多くが、ピレウスからの帰還者たちとともに帰還したのではなかったでしょうか。 さらには、彼らを追放した者たちのうちの一部が、今度は自ら三十人政権に加わったのではなかったでしょうか。
εἰσὶ δὲ οἵτινες τῶν Ἐλευσῖνάδε ἀπογραψαμένων, ἐξελθόντες μεθʼ ὑμῶν, ἐπολιόρκουν τοὺς μεθʼ αὑτῶν.
そして、エレウシスへの移住登録をした者たちのうち、あなたがたとともに出陣して、かつて自分たちの仲間であった者たちを包囲攻撃した者さえもいるのです。