§1ὑμῖν μὲν πολλὴν συγγνώμην ἔχω, ὦ ἄνδρες δικασταί, ἀκούουσι τοιούτων λόγων καὶ ἀναμιμνῃσκομένοις τῶν γεγενημένων, ὁμοίως ἅπασιν ὀργίζεσθαι τοῖς ἐν ἄστει μείνασι·
陪审员诸公,当你们听到这样的言辞并回想起过去发生的事情时,我对你们对所有留在城里的人一律感到愤怒表示极大的理解。
τῶν δὲ κατηγόρων θαυμάζω, οἳ ἀμελοῦντες τῶν οἰκείων τῶν ἀλλοτρίων ἐπιμέλονται, εἰ σαφῶς εἰδότες τοὺς μηδὲ ἀδικοῦντας καὶ τοὺς πολλὰ ἐξημαρτηκότας ζητοῦσι ὑμᾶς πείθειν περὶ ἁπάντων ἡμῶν τὴν γνώμην ταύτην ἔχειν.
但我对那些控告者感到惊讶,他们不顾自己的事务却去管别人的闲事,如果他们明明清楚地知道哪些人毫无罪过,哪些人犯下了许多罪行,却还试图说服你们对我们所有人抱有这样的看法。
§2εἰ μὲν οὖν οἴονται, ὅσα ὑπὸ τῶν τριάκοντα γεγένηται τῇ πόλει, ἐμοῦ κατηγορηκέναι, ἀδυνάτους αὐτοὺς ἡγοῦμαι λέγειν· οὐδὲ γὰρ πολλοστὸν μέρος τῶν ἐκείνοις πεπραγμένων εἰρήκασιν·
因此,如果他们认为,自己在指控我时,已经说出了三十人僭主给城邦带来的所有罪行,那么我认为他们是无能的演说者;因为他们连那些人所作所为的微小部分都没有提到。
εἰ δὲ ὡς ἐμοί τι προσῆκον περὶ αὐτῶν ποιοῦνται τοὺς λόγους, ἀποδείξω τούτους μὲν ἅπαντα ψευδομένους, ἐμαυτὸν δὲ τοιοῦτον ὄντα οἷόσπερ ἂν τῶν ἐκ Πειραιῶς ὁ βέλτιστος ἐν ἄστει μείνας ἐγένετο.
但如果他们进行辩论是基于这些恶行中有任何一件与我有关,我将证明他们所说的一切全是谎言,而我自己正是这样一个人,就像从比雷埃夫斯归来的最优秀者如果留在城里也会成为的那样。
§3δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, μὴ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς συκοφάνταις.
陪审员诸公,我请求你们不要与那些谄媚告密者抱有相同的看法。
τούτων μὲν γὰρ ἔργον ἐστὶ καὶ τοὺς μηδὲν ἡμαρτηκότας εἰς αἰτίαν καθιστάναι (ἐκ τούτων γὰρ ἂν μάλιστα χρηματίζοιντο), ὑμέτερον δὲ τοῖς μηδὲν ἀδικοῦσιν ἐξ ἴσου τῆς πολιτείας μεταδιδόναι· οὕτω γὰρ ἂν τοῖς καθεστηκόσι πράγμασι πλείστους συμμάχους ἔχοιτε.
因为把毫无罪过的人也陷于指控之中是他们的本行(因为他们能从中赚取最多的钱财),而给予那些毫无罪过的人平等的国家参与权则是你们的职责;因为只有这样,你们才能为现行体制赢得最多的盟友。
§4ἀξιῶ δέ ὦ ἄνδρες δικασταί, ἐάνπερ φανῶ συμφορᾶς μὲν μηδεμιᾶς αἴτιος γεγενημένος, πολλὰ δὲ κἀγαθὰ εἰργασμένος τὴν πόλιν καὶ τῷ σώματι καὶ τοῖς χρήμασι, ταῦτα γοῦν μοι παρʼ ὑμῶν ὑπάρχειν, ὧν οὐ μόνον τοὺς εὖ πεποιηκότας ἀλλὰ καὶ τοὺς μηδὲν ἀδικοῦντας τυγχάνειν δίκαιόν ἐστι.
陪审员诸公,我要求,如果事实表明我不仅没有造成任何不幸,反而用自己的身体和财产为城邦做出了许多贡献,那么我至少应该从你们那里获得这些恩典,而这些恩典不仅是做过好事的人,也是毫无罪过的人理应获得的。
μέγα μὲν οὗν ἡγοῦμαί μοι τεκμήριον εἶναι, §5ὅτι, εἴπερ ἐδύναντο οἱ κατήγοροι ἰδίᾳ με ἀδικοῦντα ἐξελέγξαι, οὐκ ἂν τὰ τῶν τριάκοντα ἁμαρτήματα ἐμοῦ κατηγόρουν, οὐδʼ ἂν ᾤοντο χρῆναι ὑπὲρ τῶν ἐκείνοις πεπραγμένων ἑτέρους διαβάλλειν, ἀλλʼ αὐτοὺς τοὺς ἀδικοῦντας τιμωρεῖσθαι·
那么,我认为对我来说是一个巨大的证据,即,如果控告者能够证实我个人有任何不法行为,他们就不会拿三十人僭主的罪行来指控我,也不会认为应当为了那些人的所作所为而诽谤他人,而是会去惩罚真正的作恶者。
νῦν δὲ νομίζουσι τὴν πρὸς ἐκείνους ὀργὴν ἱκανὴν εἶναι καὶ τοὺς μηδὲν κακὸν εἰργασμένους ἀπολέσαι.
但事实是,他们认为你们对那些人的愤怒,足以毁灭甚至那些毫无恶行的人。
§6ἐγὼ δὲ οὐχ ἡγοῦμαι δίκαιον εἶναι οὔτε εἴ τινες τῇ πόλει πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται, ἄλλους τινὰς ὑπὲρ τούτων τιμὴν ἢ χάριν κομίσασθαι παρʼ ὑμῶν, οὔτʼ εἴ τινες πολλὰ κακὰ εἰργασμένοι εἰσίν, εἰκότως ἂν διʼ ἐκείνους τοὺς μηδὲν ἀδικοῦντας ὀνείδους καὶ διαβολῆς τυγχάνειν·
但我认为这不符合正义:既不该因为某些人曾给城邦带来许多福祉,就让其他人代替他们从你们那里获得荣誉或感激;也不该因为某些人犯下了许多罪行,就让毫无罪过的人由于他们的缘故而理所当然地遭受谴责和诽谤。
ἱκανοὶ γὰρ οἱ ὑπάρχοντες ἐχθροὶ τῇ πόλει καὶ μέγα κέρδος νομίζοντες εἶναι τοὺς ἀδίκως ἐν ταῖς διαβολαῖς καθεστηκότας.
因为城邦现有的敌人已经足够多了,他们把那些无辜遭受诽谤的人视为巨大的利益。
§7πειράσομαι δʼ ὑμᾶς διδάξαι, οὓς ἡγοῦμαι τῶν πολιτῶν προσήκειν ὀλιγαρχίας ἐπιθυμεῖν καὶ οὓς δημοκρατίας.
因此,我将试图向你们说明,我认为公民中哪些人自然会向往寡头政体,哪些人会向往民主政体。
ἐκ τούτου γὰρ καὶ ὑμεῖς γνώσεσθε, κἀγὼ περὶ ἐμαυτοῦ τὴν ἀπολογίαν ποιήσομαι, ἀποφαίνων ὡς οὔτε ἐξ ὧν ἐν δημοκρατίᾳ οὔτε ἐξ ὧν ἐν ὀλιγαρχίᾳ πεποίηκα, οὐδέν μοι προσῆκον κακόνουν εἶναι τῷ πλήθει τῷ ὑμετέρῳ.
因为通过这一点,你们将明白真相,而我也将为自己进行辩护,证明无论是在民主政体下还是在寡头政体下我的所作所为,都没有任何理由让我对你们的民众怀有敌意。
§8πρῶτον μὲν οὖν ἐνθυμηθῆναι χρὴ ὅτι οὐδείς ἐστιν ἀνθρώπων φύσει οὔτε ὀλιγαρχικὸς οὔτε δημοκρατικός, ἀλλʼ ἥτις ἄν ἑκάστῳ πολιτεία συμφέρῃ, ταύτην προθυμεῖται καθεστάναι· ὥστε οὐκ ἐλάχιστον ἐν ὑμῖν ἐστι μέρος ὡς πλείστους ἐπιθυμεῖν τῶν παρόντων νυνὶ πραγμάτων.
首先,你们必须记住,没有一个人天生就是寡头派或民主派,而是哪种政体对每个人有利,他就会热切渴望建立哪种政体;因此,让尽可能多的人渴望维持现行体制,在很大程度上取决于你们。
καὶ ταῦτα ὅτι οὕτως ἔχει, οὐ χαλεπῶς ἐκ τῶν πρότερον γεγενημένων μαθήσεσθε.
而事实确实如此,你们将从过去发生的事情中很容易地了解到。
§9σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, τοὺς προστάντας ἀμφοτέρων τῶν πολιτειῶν, ὁσάκις δὴ μετεβάλοντο.
陪审员诸公,请看看两种政体的领导人,他们曾多次改变立场。
οὐ Φρύνιχος μὲν καὶ Πείσανδρος καὶ οἱ μετʼ ἐκείνων δημαγωγοί, ἐπειδὴ πολλὰ εἰς ὑμᾶς ἐξήμαρτον, τὰς περὶ τούτων δείσαντες τιμωρίας τὴν προτέραν ὀλιγαρχίαν κατέστησαν, πολλοὶ δὲ τῶν τετρακοσίων μετὰ τῶν ἐκ Πειραιῶς συγκατῆλθον, ἔνιοι δὲ τῶν ἐκείνους ἐκβαλόντων αὐτοὶ αὖθις τῶν τριάκοντα ἐγένοντο;
弗里尼库斯、皮桑德鲁斯以及与他们在一起的民粹领袖们,在对你们犯下了许多罪行后,因为害怕受到惩罚,不就建立了先前的寡头政体吗? 四百人中不是有许多人与比雷埃夫斯归来的人一起返回吗? 而那些驱逐了他们的人中,不是也有一些人后来自己成了三十人僭主集团的成员吗?
εἰσὶ δὲ οἵτινες τῶν Ἐλευσῖνάδε ἀπογραψαμένων, ἐξελθόντες μεθʼ ὑμῶν, ἐπολιόρκουν τοὺς μεθʼ αὑτῶν.
甚至在那些登记前往埃莱夫西斯的人中,也有人与你们一同出征,去包围那些曾经是他们同伙的人。