§1οὐ πολλοῦ δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ, ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί.
評議員の諸君、私は告発者に少なからず感謝している。 彼が私にこの裁判を用意してくれたからである。
πρότερον γὰρ οὐκ ἔχων πρόφασιν ἐφʼ ἧς τοῦ βίου λόγον δοίην, νυνὶ διὰ τοῦτον εἴληφα.
というのも、以前は私の生き方について釈明をする口実がなかったが、今やこの男のおかげでそれを手に入れたからである。
καὶ πειράσομαι τῷ λόγῳ τοῦτον μὲν ἐπιδεῖξαι ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἤ φθόνου·
そして私は、弁論によってこの男が嘘をついていることを示し、自分自身が今日に至るまで嫉妬よりもむしろ称賛に値する生き方をしてきたことを示すよう努めるつもりである。
διὰ γὰρ οὐδὲν ἄλλο μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον οὗτος ἢ διὰ φθόνον.
この男が私にこの危機を用意したのは、嫉妬以外の何ものでもないと私には思われるからである。
§2καίτοι ὅστις τούτοις φθονεῖ οὓς οἱ ἄλλοι ἐλεοῦσι, τίνος ἂν ὑμῖν ὁ τοιοῦτος ἀποσχέσθαι δοκεῖ πονηρίας;
それにしても、他人が憐れむような人々を嫉妬するような者が、あなたがたにどのような悪事を控えると思われるだろうか。
εἰ μὲν γὰρ ἕνεκα χρημάτων με συκοφαντεῖ —·
もし金銭のために私を誣告しているのなら――。
εἰ δʼ ὡς ἐχθρὸν ἑαυτοῦ με τιμωρεῖται, ψεύδεται·
だが、もし私を自身の敵として復讐しようとしているのなら、彼は嘘をついている。
διὰ γὰρ τὴν πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε ἐχρησάμην αὐτῶ.
彼の極悪さゆえに、私は彼を友人としても敵としてもこれまで一度も交際したことがないからである。
§3ἤδη τοίνυν, ὦ βουλή, δῆλός ἐστι φθονῶν, ὅτι τοιαύτῃ κεχρημένος συμφορᾷ τούτου βελτίων εἰμὶ πολίτης.
したがって、評議員の諸君、私がこのような不幸を抱えながらも、この男より優れた市民であるという理由で彼が嫉妬していることは、今や明らかである。
καὶ γὰρ οἶμαι δεῖν, ὦ βουλή, τὰ τοῦ σώματος δυστυχήματα τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἰᾶσθαι,.
というのも、評議員の諸君、身体の不運は魂の修養によって治療すべきだと私は考えるからである。
εἰ γὰρ ἐξ ἴσου τῇ συμφορᾷ καὶ τὴν διάνοιαν ἕξω καὶ τὸν ἄλλον βίον διάξω, τί τούτου διοίσω;
もし私が不幸と同じように精神を持ち、残りの人生を過ごすとしたら、私はこの男と何が違うというのだろうか。
§4περὶ μὲν οὖν τούτων τοσαῦτά μοι εἰρήσθω·
さて、これらについてはこれくらいにしておこう。
ὑπὲρ ὧν δέ μοι προσήκει λέγειν, ὡς ἂν οἷόν τε διὰ βραχυτάτων ἐρῶ.
私が語るべきことについて、できる限り手短に述べるつもりである。
φησὶ γὰρ ὁ κατήγορος οὐ δικαίως με λαμβάνειν τὸ παρὰ τῆς πόλεως ἀργύριον·
告発者は、私が国家から受給している金銭を不正に受け取っていると主張している。
καὶ γὰρ τῷ σώματι δύνασθαι καὶ οὐκ εἶναι τῶν ἀδυνάτων, καὶ τέχνην ἐπίστασθαι τοιαύτην ὥστε καὶ ἄνευ τοῦ διδομένου τούτου ζῆν.
すなわち、身体は健康であり、不自由な者たちのひとりではなく、また支給されるこの金銭がなくても生活できるような技術を身につけている、というのである。
§5καὶ τεκμηρίοις χρῆται τῆς μὲν τοῦ σώματος ῥώμης, ὅτι ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τῆς δʼ ἐν τῇ τέχνῃ εὐπορίας, ὅτι δύναμαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν.
そして、身体の頑健さの証拠として私が馬に乗ることを挙げ、技術における富裕さの証拠として私が金を使う余裕のある人々と交際できることを挙げている。
τὴν μὲν οὖν ἐκ τῆς τέχνης εὐπορίαν καὶ τὸν ἄλλον τὸν ἐμὸν βίον, οἷος τυγχάνει, πάντας ὑμᾶς οἴμαι γιγνώσκειν· ὅμως δὲ κἀγὼ διὰ βραχέων ἐρῶ.
技術による富裕さと、私のその他の生活の実態がどのようなものであるかはあなたがた全員が知っていると思うが、それでも私も手短に述べよう。
§6ἐμοὶ γὰρ ὁ μὲν πατὴρ κατέλιπεν οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρίτον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν οἵ με θεραπεύσουσι.
私には父が何も残してくれず、亡くなった母を扶養することを終えてからこれで三年目になり、また私には私を世話してくれる子供たちがまだいないからである。
τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν, ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, τὸν διαδεξόμενον δʼ αὐτὴν οὔπω δύναμαι κτήσασθαι.
そして、わずかな助けにしかならない技術を私は持っているが、それ自体も今や私自身が辛うじて営んでいる状態であり、それを継承してくれる者をいまだ雇うことができない。
πρόσοδος δέ μοι οὐκ ἔστιν ἄλλη πλὴν ταύτης, ἣν ἂν ἀφέλησθέ με, κινδυνεύσαιμʼ ἂν ὑπὸ τῇ δυσχερεστάτῃ γενέσθαι τύχῃ.
私にはこれ以外の収入はなく、もしあなたがたが私からこれを奪うならば、私は最も困難な境遇に陥る危険がある。
μὴ τοίνυν, §7ἐπειδή γε ἔστιν, ὦ βουλή, σῶσαί με δικαίως, ἀπολέσητε ἀδίκως·
だからどうか、評議員の諸君、私を正当に救うことができるのだから、不当に私を破滅させないでほしい。
μηδὲ ἃ νεωτέρῳ καὶ μᾶλλον ἐρρωμένῳ ὄντι ἔδοτε, πρεσβύτερον καὶ ἀσθενέστερον γιγνόμενον ἀφέλησθε·
また、より若く健康であったときに与えてくれたものを、より老いて虚弱になりつつある私から奪い去らないでほしい。
μηδὲ πρότερον καὶ περὶ τοὺς οὐδὲν ἔχοντας κακὸν ἐλεημονέστατοι δοκοῦντες εἶναι νυνὶ διὰ τοῦτον τοὺς καὶ τοῖς ἐχθροῖς ἐλεινοὺς ὄντας ἀγρίως ἀποδέξησθε·
かつては、何の不運も持たない人々に対してさえ最も慈悲深いと思われていたあなたがたが、今やこの男のせいで、敵にさえ同情されるような人々を冷酷にあしらわないでほしい。
μηδʼ ἐμὲ τολμήσαντες ἀδικῆσαι καὶ τοὺς ἄλλους τοὺς ὁμοίως ἐμοὶ διακειμένους ἀθυμῆσαι ποιήσητε.
私をあえて不当に扱うことで、私と同じような境遇にある他の人々をも落胆させないでほしい。
§8καὶ γὰρ ἂν ἄτοπον εἴη, ὦ βουλή, εἰ ὅτε μὲν ἁπλῆ μοι ἦν ἡ συμφορά, τότε μὲν φαινοίμην λαμβάνων τὸ ἀργύριον τοῦτο, νῦν δʼ ἐπειδὴ καὶ γῆρας καὶ νόσοι καὶ τὰ τούτοις ἑπόμενα κακὰ προσγίγνεταί μοι, τότε ἀφαιρεθείην.
というのも、評議員の諸君、私の不幸が単純であったときには、この金銭を受け取っていることが認められていたのに、今や老いと病気、そしてこれらに伴う諸々の困難が私に加わっているときに、それが奪い去られるとしたら、それは不条理だからである。
§9δοκεῖ δέ μοι τῆς πενίας τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι σαφέστατα μόνος ἀνθρώπων.
私には、私の貧しさの規模を、告発者が人間の中で最も明白に示すことができると思われる。
εἰ γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλλον ἢ ἀντιδοῦναι ἅπαξ.
というのも、もし私が悲劇の合唱隊支援者に任命され、彼に財産交換を申し出たならば、彼は一回の財産交換よりも、十回合唱隊支援者を務める方を好むだろうからである。
καὶ πῶς οὐ δεινόν ἐστι νῦν μὲν κατηγορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ ἴσου δύναμαι συνεῖναι τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμενον, τοιοῦτον εἶναι;
そして、今は私が大変裕福であるから、最も富んだ人々と同じように交際できると告発しておきながら、もし私の言うことが実現するようなことがあれば、このような態度をとるというのは、恐るべきことではないだろうか。
καὶ τί πονηρότερον;
これ以上に邪悪なことがあろうか。