§1οὐ πολλοῦ δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ, ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί.
评议员诸公,我差一点就要感谢控告者了,因为他为我准备了这场诉讼。
πρότερον γὰρ οὐκ ἔχων πρόφασιν ἐφʼ ἧς τοῦ βίου λόγον δοίην, νυνὶ διὰ τοῦτον εἴληφα.
因为以前我没有借口可以交代我的生活,如今因他而得到了。
καὶ πειράσομαι τῷ λόγῳ τοῦτον μὲν ἐπιδεῖξαι ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἤ φθόνου· διὰ γὰρ οὐδὲν ἄλλο μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον οὗτος ἢ διὰ φθόνον.
我将努力用我的言辞来证明,一方面此人在说谎,另一方面我自己直到今天为止的生活更值得赞美而非嫉妒;因为在我看来,他为我设下这场危机,完全是出于嫉妒,别无他因。
§2καίτοι ὅστις τούτοις φθονεῖ οὓς οἱ ἄλλοι ἐλεοῦσι, τίνος ἂν ὑμῖν ὁ τοιοῦτος ἀποσχέσθαι δοκεῖ πονηρίας;
然而,谁要是嫉妒那些被他人可怜的人,在你们看来,这种人还有什么恶事是做不出来的呢?
εἰ μὲν γὰρ ἕνεκα χρημάτων με συκοφαντεῖ —· εἰ δʼ ὡς ἐχθρὸν ἑαυτοῦ με τιμωρεῖται, ψεύδεται· διὰ γὰρ τὴν πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε ἐχρησάμην αὐτῶ.
因为如果他是为了金钱而诬告我——;但如果他是把我当作自己的仇人来报复,那他就是在撒谎;因为由于他的卑劣,我从未将他当作朋友或敌人交往过。
§3ἤδη τοίνυν, ὦ βουλή, δῆλός ἐστι φθονῶν, ὅτι τοιαύτῃ κεχρημένος συμφορᾷ τούτου βελτίων εἰμὶ πολίτης.
由此可见,评议员诸公,他显然在嫉妒我,因为我虽身处如此不幸之中,却仍是一个比他更好的公民。
καὶ γὰρ οἶμαι δεῖν, ὦ βουλή, τὰ τοῦ σώματος δυστυχήματα τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἰᾶσθαι,.
因为我认为,评议员诸公,身体的缺陷应当通过灵魂的修养来弥补。
εἰ γὰρ ἐξ ἴσου τῇ συμφορᾷ καὶ τὴν διάνοιαν ἕξω καὶ τὸν ἄλλον βίον διάξω, τί τούτου διοίσω;
因为如果我的心智和其余的生活都与我的不幸处于同等状态,我与此人又有何区别呢?
§4περὶ μὲν οὖν τούτων τοσαῦτά μοι εἰρήσθω· ὑπὲρ ὧν δέ μοι προσήκει λέγειν, ὡς ἂν οἷόν τε διὰ βραχυτάτων ἐρῶ.
关于这些事情,就让我说这么多吧;至于我应当说明的事,我将尽可能简短地陈述。
φησὶ γὰρ ὁ κατήγορος οὐ δικαίως με λαμβάνειν τὸ παρὰ τῆς πόλεως ἀργύριον· καὶ γὰρ τῷ σώματι δύνασθαι καὶ οὐκ εἶναι τῶν ἀδυνάτων, καὶ τέχνην ἐπίστασθαι τοιαύτην ὥστε καὶ ἄνευ τοῦ διδομένου τούτου ζῆν.
因为控告者声称,我无权领取城邦发放的救济金;即声称我身体健全,不属于无力维生者,且掌握着一门即使没有这笔津贴也足以糊口的技艺。
§5καὶ τεκμηρίοις χρῆται τῆς μὲν τοῦ σώματος ῥώμης, ὅτι ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τῆς δʼ ἐν τῇ τέχνῃ εὐπορίας, ὅτι δύναμαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν.
他用我骑马作为我身体强健的证据,用我能与有钱消费的人交往作为我技艺富足的证据。
τὴν μὲν οὖν ἐκ τῆς τέχνης εὐπορίαν καὶ τὸν ἄλλον τὸν ἐμὸν βίον, οἷος τυγχάνει, πάντας ὑμᾶς οἴμαι γιγνώσκειν· ὅμως δὲ κἀγὼ διὰ βραχέων ἐρῶ.
关于我从技艺中获得的收入以及我其余生活的实际状况,我想你们大家都很清楚;但即便如此,我也要简单说明一下。
§6ἐμοὶ γὰρ ὁ μὲν πατὴρ κατέλιπεν οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρίτον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν οἵ με θεραπεύσουσι.
因为父亲没有给绝留下任何遗产,我赡养已故的母亲直到她去世,至今已是第三个年头,而且我还没有可以照顾我的子女。
τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν, ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, τὸν διαδεξόμενον δʼ αὐτὴν οὔπω δύναμαι κτήσασθαι.
我拥有一门只能带来微薄收益的技艺,我自己如今已难以操持,而且还无力雇人来继承它。
πρόσοδος δέ μοι οὐκ ἔστιν ἄλλη πλὴν ταύτης, ἣν ἂν ἀφέλησθέ με, κινδυνεύσαιμʼ ἂν ὑπὸ τῇ δυσχερεστάτῃ γενέσθαι τύχῃ.
而且我没有这笔津贴之外的其他收入,如果你们夺走它,我将面临陷入最悲惨境地的危险。
μὴ τοίνυν, §7ἐπειδή γε ἔστιν, ὦ βουλή, σῶσαί με δικαίως, ἀπολέσητε ἀδίκως· μηδὲ ἃ νεωτέρῳ καὶ μᾶλλον ἐρρωμένῳ ὄντι ἔδοτε, πρεσβύτερον καὶ ἀσθενέστερον γιγνόμενον ἀφέλησθε· μηδὲ πρότερον καὶ περὶ τοὺς οὐδὲν ἔχοντας κακὸν ἐλεημονέστατοι δοκοῦντες εἶναι νυνὶ διὰ τοῦτον τοὺς καὶ τοῖς ἐχθροῖς ἐλεινοὺς ὄντας ἀγρίως ἀποδέξησθε· μηδʼ ἐμὲ τολμήσαντες ἀδικῆσαι καὶ τοὺς ἄλλους τοὺς ὁμοίως ἐμοὶ διακειμένους ἀθυμῆσαι ποιήσητε.
所以请不要,评议员诸公,既然有可能公正地挽救我,就请不要不公正地毁灭我;也不要在现在我变得更年迈、更虚弱的时候,夺走你们在我更年轻、更强壮时所赐予的东西;以往对于没有任何不幸的人,你们都显得极为仁慈,如今切勿因这名男子,就冷酷地对待那些连敌人都会可怜的人;也不要冒昧地伤害我,从而使其他与我处境相似的人感到灰心丧气。
§8καὶ γὰρ ἂν ἄτοπον εἴη, ὦ βουλή, εἰ ὅτε μὲν ἁπλῆ μοι ἦν ἡ συμφορά, τότε μὲν φαινοίμην λαμβάνων τὸ ἀργύριον τοῦτο, νῦν δʼ ἐπειδὴ καὶ γῆρας καὶ νόσοι καὶ τὰ τούτοις ἑπόμενα κακὰ προσγίγνεταί μοι, τότε ἀφαιρεθείην.
因为,评议员诸公,如果在我的不幸还很单纯时,我被认为有资格领取这笔钱,而现在当老年、疾病以及伴随它们的痛苦一同加在我身上时,我却要被夺走它,这岂不是太荒谬了吗?
§9δοκεῖ δέ μοι τῆς πενίας τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι σαφέστατα μόνος ἀνθρώπων.
在观我看来,控告者若作为唯一的证人,最能清楚地证明我的贫困程度。
εἰ γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλλον ἢ ἀντιδοῦναι ἅπαξ.
因为,如果我被任命为悲剧的歌队赞助人,并向他提出交换财产的要求,他宁可担任十次赞助人,也不愿进行一次财产交换。
καὶ πῶς οὐ δεινόν ἐστι νῦν μὲν κατηγορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ ἴσου δύναμαι συνεῖναι τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμενον, τοιοῦτον εἶναι;
现在他指控我由于十分富足而能与最富有的人平起平坐,但如果我说的事情真的发生了,他却暴露出这种态度,这难道不是很可怕吗?
καὶ τί πονηρότερον;
还有什么比这更卑劣的呢?