§1περὶ μὲν τῶν κατηγορημένων, ὦ ἄνδρες δικασταί, ἱκανῶς ὑμῖν ἀποδέδεικται·
告発された事柄については、裁判員諸君、十分にあなたがたに証明されています。
ἀκοῦσαι δὲ καὶ περὶ τῶν ἄλλων ὑμᾶς ἀξιῶ, ἵνʼ ἐπίστησθε περὶ οἵου τινὸς ὄντος ἐμοῦ ψηφιεῖσθε.
しかし、その他の事柄についてもあなたがたが耳を傾けるよう私は求めます。 それは、あなたがたがどのような人物について投票しようとしているのかを、あなたがた自身が知るためです。
ἐγὼ γὰρ ἐδοκιμάσθην μὲν ἐπὶ Θεοπόμπου ἄρχοντος, καταστὰς δὲ χορηγὸς τραγῳδοῖς ἀνήλωσα τριάκοντα μνᾶς καὶ τρίτῳ μηνὶ Θαργηλίοις νικήσας ἀνδρικῷ χορῷ δισχιλίας δραχμάς, ἐπὶ δὲ Γλαυκίππου ἄρχοντος εἰς πυρριχιστὰς Παναθηναίοις τοῖς μεγάλοις ὀκτακοσίας.
というのも、私はテオポンポスがアルコンのときに(市民としての)資格審査を受け、悲劇の合唱隊(コレゴス)に任命されて三十ミナを費やし、その三ヶ月後、タルゲリア祭において成人男子合唱隊で勝利して二千ドラクメを費やし、グラウキッポスがアルコンのときには、大パナテナイア祭の武器踊りの踊り手たちのために八百ドラクメを費やしたからです。
§2ἔτι δʼ ἀνδράσι χορηγῶν εἰς Διονύσια ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος ἐνίκησα, καὶ ἀνήλωσα σὺν τῇ τοῦ τρίποδος ἀναθέσει πεντακισχιλίας δραχμάς, καὶ ἐπὶ Διοκλέους Παναθηναίοις τοῖς μικροῖς κυκλίῳ χορῷ τριακοσίας.
さらに、同じアルコンのときに、ディオニュシア祭において成人男子合唱隊のコレゴスを務めて勝利し、三脚器の奉納を含めて五千ドラクメを費やし、ディオクレスのときには、小パナテナイア祭において環状合唱隊に三百(ドラクメ)を費やしました。
τὸν δὲ μεταξὺ χρόνον ἐτριηράρχουν ἑπτὰ ἔπτὰ ἔτη, §3καὶ ἓξ τάλαντα ἀνήλωσα.
そして、その間の期間、私は七年七年の間、トリエラルコスを務め、そして六タラントンを費やしました。
καὶ τοσαύτας δαπάνας δαπανώμενος καὶ καθʼ ἡμέραν ὑπὲρ ὑμῶν κινδυνεύων καὶ ἀποδημῶν, ὅμως εἰσφορὰς τὴν μὲν τριάκοντα μνᾶς τὴν δὲ τετρακισχιλίας δραχμὰς εἰσενήνοχα.
これほど多額の出費を重ね、日々あなたがたのために危険を冒し、国外に滞在しながらも、それにもかかわらず私は直接税(エイスフォラ)として、ある時は三十ミナ、またある時は四千ドラクメを納めました。
ἐπειδὴ δὲ κατέπλευσα ἐπὶ Ἀλεξίου ἄρχοντος, εὐθὺς ἐγυμνασιάρχουν εἰς Προμήθεια, καὶ ἐνίκων ἀναλώσας δώδεκα μνᾶς.
私がアレクシオスがアルコンのときに帰港したときには、すぐにプロメテイア祭のために体育祭主催者(ギュムナシアルコス)を務め、十二ミナを費やして勝利しました。
§4καὶ ὕστερον κατέστην χορηγὸς παιδικῷ χορῷ καὶ ἀνήλωσα πλέον ἢ πεντεκαίδεκα μνᾶς.
その後、私は少年合唱隊のコレゴスに任命され、十五ミナ以上を費やしました。
ἐπὶ δὲ Εὐκλείδου ἄρχοντος κωμῳδοῖς χορηγῶν Κηφισοδώρῳ ἐνίκων, καὶ ἀνήλωσα σὺν τῇ τῆς σκευῆς ἀναθέσει ἑκκαίδεκα μνᾶς, καὶ Παναθηναίοις τοῖς μικροῖς ἐχορήγουν πυρριχισταῖς ἀγενείοις, καὶ ἀνήλωσα ἑπτὰ μνᾶς.
エウクレイデスがアルコンのときには、喜劇のコレゴスを務めてケフィソドロス(の劇)で勝利し、用具の奉納とともに十六ミナを費やし、小パナテナイア祭では、ひげのない若者たちの武器踊りの踊り手たちのコレゴスを務め、七ミナを費やしました。
§5νενίκηκα δὲ τριήρει μὲν ἁμιλλώμενος ἐπὶ Σουνίῳ, ἀναλώσας πεντεκαίδεκα μνᾶς·
また私は、スニオン岬での三段櫂船の競漕で勝利し、十五ミナを費やしました。
χωρὶς δὲ ἀρχιθεωρίας καὶ Ἐρρηφορίας καὶ ἄλλα τοιαῦτα, εἰς ἃ ἐμοὶ δεδαπάνηται πλέον ἢ τριάκοντα μναῖ.
使節団長やエレポリア祭などの他の奉仕は別として、それらに対しては三十ミナ以上が私によって費やされています。
καὶ τούτων ὧν κατέλεξα, εἰ ἐβουλόμην κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ λῃτουργεῖν, οὐδʼ ἂν τὸ τέταρτον μέρος ἀνήλωσα.
私が列挙したこれらのうち、もし法律に書かれている通りに公共奉仕(レイトゥルギア)を行うことを望んでいたなら、その四分の一すら費やしていなかったでしょう。
τὸν δὲ χρόνον ὃν ἐτριηράρχουν, §6ἡ ναῦς ἄριστά μοι ἔπλει παντὸς τοῦ στρατοπέδου.
私がトリエラルコスを務めていた期間、私の船は、艦隊全体の中で私にとって最も良く帆走しました。
τεκμήριον δὲ τούτου ὑμῖν μέγιστον ἐρῶ.
これについて、私はあなたがたに最大の証拠を語りましょう。
πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολλοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς.
まず第一に、アルキビアデスは(彼が私と同乗しないためなら、私は大金を払ったでしょうが)、私の友人でも親類でも、同じ部族の者でもなかったにもかかわらず、私の船に乗って航海したのです。
§7καίτοι ὑμᾶς οἶμαι εἰδέναι ὅτι στρατηγὸς ὤν, ᾧ ἐξῆν ποιεῖν ὅ τι ἐβούλετο, οὐκ ἄν ποτε ἀνέβη ἐπʼ ἄλλην ναῦν εἰ μὴ τὴν ἄριστα πλέουσαν, μέλλων αὐτὸς κινδυνεύσειν.
もっとも、あなたがたも知っていると思いますが、彼は将軍であり、自分の望むことは何でもすることが許されていたのですから、自ら危険に身をさらそうとするとき、最も良く帆走する船以外の他の船には決して乗り込まなかったでしょう。
ἐπειδὴ δὲ ἐκείνους μὲν ὑμεῖς ἐπαύσατε τῆς ἀρχῆς, §8τοὺς δὲ μετὰ Θρασύλλου δέκα ἕλεσθε, οὗτοι πάντες ἐβούλοντο ἐπὶ τῆς ἐμῆς νεὼς πλεῖν, ἀνέβη μέντοι πολλῶν λοιδοριῶν αὐτοῖς γενομένων Ἀρχέστρατος ὁ Φρεάρριος·
しかし、あなたがたが彼らをその職から罷免し、トラシュロスとともに(あの)十人を選出したとき、彼らは全員が私の船で航海することを望みました。 もっとも、彼らの間で多くの激しい言い争いがあった後、フレアリ出身のアルケストラトスが乗船しました。
ἀποθανόντος δὲ τούτου ἐν Μυτιλήνῃ Ἐρασινίδης μετʼ ἐμοῦ συνέπλει.
彼がミュティレネで亡くなった後は、エラシニデスが私と同乗しました。
καίτοι οὕτω παρεσκευασμένην τριήρη πόσα οἴεσθε ἀνηλωκέναι χρήματα;
これほど見事に装備された三段櫂船に対して、どれほどの金が費やされたとあなたがたは思うでしょうか。
§9ἢ πόσα τοὺς πολεμίους εἰργάσθαι κακά;
あるいは、敵にどれほどの害悪をもたらしたと思うでしょうか。
ἢ πόσα τὴν πόλιν εὖ πεποιηκέναι;
あるいは、国家に対してどれほど貢献したと思うでしょうか。
τεκμήριον δὲ τούτου μέγιστον·
これについての最大の証拠があります。
ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχία αἱ νῆες διεφθάρησαν, οὐδενός μοι συμπλέοντος στρατηγοῦ (ἵνα καὶ τούτου μνησθῶ, ἐπειδὴ καὶ τοῖς τριηράρχοις ὠργίσθητε διὰ τὴν γενομένην συμφοράν) ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα.
というのも、最後の海戦において船団が破壊されたとき、将軍が誰も私の船に同乗していなかったにもかかわらず(起こった災厄のせいであなたがたがトリエラルコスたちに怒りをぶつけたので、このことにも触れておきますが)、私は自分自身の船を持ち帰り、さらにファレロン出身のナウシマコスの船をも救ったからです。
§10καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλʼ ἀπὸ παρασκευῆς τῆς ἐμῆς·
そしてこれらのことは偶然によって起こったのではなく、私の準備によるものでした。
εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον.
というのも、私は、ギリシア人の中で最も優秀であると思われていた操舵手ファンティアスに金を支払って味方に引き入れ、全期間を通じて雇っており、また乗組員やその他の従属者たちも彼に適合するように準備していたからです。
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες ἐκεῖ τῶν στρατιωτῶν.
そして、私がこれらのことを真実言っていることは、当時そこに居合わせることになった兵士たちのうちのあなた方全員が知っています。
κάλεσον δὲ καὶ Ναυσίμαχον.
ナウシマコスを呼び出してください。